[ ] Aeol. — Kyme (Namurt Limani) — beg. 2nd c. BC
1 γνώμα τᾶς βολλᾶς· ἔδοξε τῷ δάμ[ῳ]·
Φιλίσκῳ τ[ῷ Φ]ιληράτω Κυραναίῳ εὐεργέτᾳ
ἐόντι δόμεναι καὶ αὐτῷ καὶ ἐκγόνοισι προ-
ξενίαν καὶ προεδρίαν καὶ ἀτέλειαν πάντων
5 καὶ εἰσαγωγὰν καὶ ἐξαγωγὰν καὶ εἴσπλουν
καὶ ἔκπλουν καὶ πολέμω καὶ εἰρήνας ἀσυλὶ
καὶ ἀσπονδί· καὶ Κυμαῖον ἔμμεναι καὶ α[ὐ]-
τὸν καὶ ἐκγόνοις ἐντίμοις εὐθύς· καὶ ἐᾶν, ἅ
οἱ πρόσθε ἐπέδοντο, π[ρὶ]ν τἂν νόμου γενέσ-
10 θαι, τὸν τᾶγ κοινᾶν τιμᾶν μετέχην καὶ γᾶς
καὶ οἰκίας ἔγκτησιν καὶ δίκαις προδίκοις·
καὶ ὅττι κέ τις πρίαται παρὰ Φιλ[ίσκω τ]Φιλη-
ράτω ἢ τῶν ἐκγόνων τῶμ Φιλίσκω ἢ ἀποπε-
ράσσει πρὸς τούτων τινά, ἀτελέα ἔμμεναι
15 τῶ περὶ τούτων τέλεος. τὰγ γνώμαν εἶπεν
Ἀριστογείτων Ἡρακλείδα, τᾷ ἐκκλησίᾳ ἐπήσ-
τακε στραταγὸς Ἀριστογείτων Ἡρακλείδα,
μηννὸς Τερφέος ἐνάτᾳ ἀνομένω, ἐπὶ πρυ-
τάνιος Ἀριστίππω τῶ Ἀλκίππω.
Search Help
Contact Us