BCH 57 (1933) 492
[ ] Aeol. — Temnos (Gürece, Nemrud Kalesi) — 3rd c. BC — BCH 57.1933.492 = OMS I 436
1     Δημή[τριος Π]οσειδίππου
    Ἐλαΐ[της].  {²vac.}²
γνώμα [—ca.8—]τος, Γορδίω·
ἐπειδὴ Δμάτριος Π]οσειδίππω
5 Ἐλαΐτας [ἀνὴρ καλὸς] κἀγαθός
ἐστι κα[ὶ εὐεργετε]ῖ(?) τὰμ πόλιν
τὰν Ταμ[νιτᾶν· ἀγαθᾶ]ι τύχαι· δε-
δόχθαι [τᾶι βουλᾶι καὶ] τῶ δάμω·
δεδόσθ[αι αὐτῶ πολιτ]είαν καὶ
10 προξενί[αν καὶ οἰκία(?)]ς ἔγκτη-
σιν καὶ ἀ[τέλειαν πάντω(?)]ν· ἐπι-
κλαρῶσ[αι δὲ αὐτὸν καὶ ἐ]πὶ φυ-
λὰν ἅγ κ[α βόλληται· τὸ δὲ ψάφισ]μα
τοῦτο ὀ[νγράψαι τοὺς —ca.6-8—]
15 εἰς στάλ[αν λιθίναν καὶ θεῖναι]
εἰς τὸ ἱρὸν [τ—ca.8—· τὸ δὲ ἀνά]-
λωμα δο[ῦναι τοὺς —ca.9-10—]
καὶ λογίσ[ασθαι — — —].
      {²vacat}²
Search Help
Contact Us