[ ]
Aeol. — Aigai: Mahfeller, N. of Halitli — Rom. Imp. period — BCH 11.1887.395 — IGR 4.1181
1 | Πακουία Ῥούφα τὸ πε- |
ρίφραγμα καὶ τὸ ἐν αὐτῷ | |
μνημεῖον κατεσκεύασεν | |
ἑαυτῇ καὶ Μάρκῳ Πακουίῳ Ῥού- | |
5 | φῳ τῷ γλυκυτάτῳ τέκνῳ καὶ |
Ἀρτεμᾷ τῷ ἀνδρὶ, ∙ μηδε- | |
νὸς ἔξοντος ἐξουσίαν κλη- | |
ρονόμων ἢ συνγενῶν ἢ | |
πολειτῶν θᾶψαί τινα ἐν αὐ- | |
10 | τῷ, ἢ τὴν σορὸν, ἐν ᾗ ἀπό- |
κειται ὁ ὑός μου, ἀνοῖξαι, | |
ἢ θεῖναί τινα εἰς αὐτὴν, ἢ ἀ- | |
παλλοτριῶσαί τι τοῦ μνημεί- | |
ου ἢ τὴν σορὸν κατὰ μηδε- | |
15 | νὰ τρόπον. ∙ ἐὰν δέ τις παρὰ ταῦ- |
τά τι τολμήσῃ ποιῆσαι ἀπο- | |
δότω εἰς τὸν τοῦ κυρίου Καί- | |
σαρος φίσκον (δην.) ͵βφʹ καὶ τῇ | |
Αἰγαέων βουλῇ (δην.) ͵αφʹ. {²vac.}² | |
20 | ταύτης τῆς διατάξεως ἀν- |
τίγραφον ἀπετέθη εἰς τὸ | |
ἐν Αἰγαῖς ἀρχεῖον, ∙ ὁμοί- | |
ως καὶ εἰς τὸ ἐν Περγάμῳ. |