BCH 11 (1887) 395 BCH 15 (1891) 234
[ ] Aeol. — Aigai: Mahfeller, N. of Halitli — Rom. Imp. period — BCH 11.1887.395 — IGR 4.1181
1 Πακουία Ῥούφα τὸ πε-
ρίφραγμα καὶ τὸ ἐν αὐτῷ
μνημεῖον κατεσκεύασεν
ἑαυτῇ καὶ Μάρκῳ Πακουίῳ Ῥού-
5 φῳ τῷ γλυκυτάτῳ τέκνῳ καὶ
Ἀρτεμᾷ τῷ ἀνδρὶ, ∙ μηδε-
νὸς ἔξοντος ἐξουσίαν κλη-
ρονόμων ἢ συνγενῶν ἢ
πολειτῶν θᾶψαί τινα ἐν αὐ-
10 τῷ, ἢ τὴν σορὸν, ἐν ᾗ ἀπό-
κειται ὁ ὑός μου, ἀνοῖξαι,
ἢ θεῖναί τινα εἰς αὐτὴν, ἢ ἀ-
παλλοτριῶσαί τι τοῦ μνημεί-
ου ἢ τὴν σορὸν κατὰ μηδε-
15 νὰ τρόπον. ∙ ἐὰν δέ τις παρὰ ταῦ-
τά τι τολμήσῃ ποιῆσαι ἀπο-
δότω εἰς τὸν τοῦ κυρίου Καί-
σαρος φίσκον (δην.) ͵βφʹ καὶ τῇ
Αἰγαέων βουλῇ (δην.) ͵αφʹ. {²vac.}²
20 ταύτης τῆς διατάξεως ἀν-
τίγραφον ἀπετέθη εἰς τὸ
ἐν Αἰγαῖς ἀρχεῖον, ∙ ὁμοί-
ως καὶ εἰς τὸ ἐν Περγάμῳ.
Search Help
Contact Us