[ ] Gal., N. — Brunkuyu — Rom. Imp. period
1 ὅν θέμις ἐστὶν ἀεὶ
χῶρον Μοῖραί με<ν> ἰδοῦσα[ι] |
ἡμεῖν τέρμα βίου αὖ προ-
τέθεντα μόρον. |
5 ἡλικίης ἐρατῆς γὰρ
ἀφήρπασεν ἄνθος
ἄριστον, | οὐκέτι δὲ
ζωῆς <–⏑> ἀφεικόμεθα. |
πρώτην ἡμετέρην δὲ συν-
10 αίμονα παρθένον ἁ[γνήν] |
σῆμα τόδε κρύπτει, ο[ὔ]-
νομ’ Ὀλυμπιάδα, | ἡμᾶ[ς]
τ’ ὠκυμόρους. ∙ Θεσεὺ[ς]
μὲν ὑπέρτερος ἦ[εν], |
15 μείων δ’ ἡλικίῃ τυ[τ]-
θον Ἄμεμπτος ἔην· ∙ | [ὅς]
μὲν γὰρ παριαῖσιν ἐπήνθει
παῦρον ἴουλον, | ὅς δ’ ἄ[ρ’] ἄω-
ρος ἔην ἠιθέοισιν ἴσος.|
20 ὥρῃ χειμερίῃ Θησεὺς
θάνον, αὐτὰρ Ἄμεμπτος |
μενὸς τετρατίου ἀρχομ̣έ-
νου τε θέρους. |
δειλαίων τοκέων ἄχαρις
25 χάρις ἐνθάδ’ ὁρᾶται, | παι-
σὶν ἐπὶ φθιμένοις τυνβο-
χόη πρὸ γάμων· | παρθενι-
κὴ μὲν πρῶτον Ὀλυμπιάς,
εἶτα δὲ Θησεύς, | ἄρτι πα-
30 ρειάων ἄνθος ἄμωμ[ον]
ἔχων, | αὐτὰρ Ἄμεμπτο[ν]
ἕ̣λ̣εν τρίτατον τέλος. ∙ {ως}
ὡς δὲ γενέ̣θλη | κοινή, καὶ
τύμβος λείψανα μειξάμε-
35 νος. |
Search Help
Contact Us