[ ]
Gal., N. — Buğduz — 126 AD
1 | Ἀκυλείνῃ Γαίου θυγα- |
τρὶ ἀπὸ πάππων βουλε- | |
υτικῇ τῇ ἑαυτοῦ γυναικὶ, | |
Κουριδίᾳ καὶ Καπιτώνῳ | |
5 | Ἰουστῶ̣ τοῖς ἐξ αὐ̣τ̣ῆ̣ς̣ τέκν- |
οις προ[γονικ]ῶς ἐξέλθουσι τὸ | |
[․․․․] Δ̣ι̣ο̣γένης Ἀλεξάνδρου | |
[κα]ὶ αὐτὸς τοῦ βουλευτικο- | |
ῦ τάγματος ὁ ἀνὴρ αὐτῆς τὸ | |
10 | ΤΕΤΡΙ․ΟΣΚΟΝ σὺν τῇ ὀσ- |
τοθήκῃ ἀνέστησε καὶ | |
τὸν προγονικὸν τάφον τ- | |
ῇ τε ἐξέδρῃ καὶ τοῖς λοί- | |
ποις ἐκόσμησε ἐκ τῶν | |
15 | ἰδίων εἰς τειμὴν καὶ μν- |
ήμην αἰώνιον τῶν προ- | |
γεγραμμένων ἀνθ’ ὧ- | |
ν ἡ μὲν φιλανδρίᾳ καὶ | |
σεμνοτῆτι ὑπέρηρε τὰς | |
20 | λοιπὰς γυναικὰς, οἱ δὲ |
ὑπερβαλλόντως εὐσέβ- | |
ησαν αὐτόν. ἀπηρτίσθ̣- | |
η ἔτει ανρʹ, μηνὸς <Γ>ωρπι̣α̣ί̣- | |
ω ὑπὸ Απφου Γλύκων̣[ος]. |