[ ] Gal., N. — Buğduz — 126 AD
1 Ἀκυλείνῃ Γαίου θυγα-
τρὶ ἀπὸ πάππων βουλε-
υτικῇ τῇ ἑαυτοῦ γυναικὶ,
Κουριδίᾳ καὶ Καπιτώνῳ
5 Ἰουστῶ̣ τοῖς ἐξ αὐ̣τ̣ῆ̣ς̣ τέκν-
οις προ[γονικ]ῶς ἐξέλθουσι τὸ
[․․․․] Δ̣ι̣ο̣γένης Ἀλεξάνδρου
[κα]ὶ αὐτὸς τοῦ βουλευτικο-
ῦ τάγματος ὁ ἀνὴρ αὐτῆς τὸ
10 ΤΕΤΡΙ․ΟΣΚΟΝ σὺν τῇ ὀσ-
τοθήκῃ ἀνέστησε καὶ
τὸν προγονικὸν τάφον τ-
ῇ τε ἐξέδρῃ καὶ τοῖς λοί-
ποις ἐκόσμησε ἐκ τῶν
15 ἰδίων εἰς τειμὴν καὶ μν-
ήμην αἰώνιον τῶν προ-
γεγραμμένων ἀνθ’ ὧ-
ν ἡ μὲν φιλανδρίᾳ καὶ
σεμνοτῆτι ὑπέρηρε τὰς
20 λοιπὰς γυναικὰς, οἱ δὲ
ὑπερβαλλόντως εὐσέβ-
ησαν αὐτόν. ἀπηρτίσθ̣-
η ἔτει ανρʹ, μηνὸς <Γ>ωρπι̣α̣ί̣-
ω ὑπὸ Απφου Γλύκων̣[ος].
Search Help
Contact Us