[ ] Gal., N. — Emirgazi — 2nd c. BC? — *Peek, GVAK 48,34 — SEG 30.1459
1 ἁ̣ πέτρος ἀ̣γγέλλω [φθι]μένας πέρι· βαιὸς ὁ μῦθος·
[ξ]εῖνε, μαθὼν σ[τείχο]ις ἐς τέλος εὐτυχίας.
[τ]ὰ̣[ν] Δ̣ιφίλου σύλλεκτρον ἐλαφρὰ γαῖ’ ἐκάλυψεν
  ἀνδρὸς ἐν ἡδίσταις χερσὶν Ἀθηναίδα,
5 τᾶς γ̣ε̣νέτωρ Ν̣εόνικος, ὁ καὶ γαμβρῶι διὰ τέχνας
  ἶσον ὑπὲρ νειῶν κῦδος ἀειράμενος·
[ἀ]λλ’ ὁ μὲν οὐ ζώει, Τ̣ρ̣[οφ]ιμᾶς δ’ ἐπὶ σάματι τῶιδε
  ὡράων πινυτοῦ χῶρον ἔχει πόσιος
[ἠ]δ’ [οἳ] τ̣οῦδε [γ][ν]οντο· πατρὶς μία τοῖσδε Σινώπ[η]
10   καὶ γένος οἰκείων βλαστὸν ἀπὸ σταγόνων.
ξ̣ε̣ίνα δ’ ἐν [ξ]είναι κε[ῖται] χθονί, τὰν πολύδα[κρυν]
[μ]αστ̣[ῶ]ν̣ ἀκροτ[άταν] νοῦσον ἀνασχο[μένα].
[–⏑⏑–⏑⏑c.18–⏑⏑–] παρίῃς, π[․]λι[—–⏑]
[–⏑⏑–c.15⏑⏑–] πρῶτον Ἀθ̣[ηναίδα].
Search Help
Contact Us