[ ]
Gal., N. — Emirgazi — 2nd c. BC? — *Peek, GVAK 48,34 — SEG 30.1459
1 | ἁ̣ πέτρος ἀ̣γγέλλω [φθι]μένας πέρι· βαιὸς ὁ μῦθος· |
[ξ]εῖνε, μαθὼν σ[τείχο]ις ἐς τέλος εὐτυχίας. | |
[τ]ὰ̣[ν] Δ̣ιφίλου σύλλεκτρον ἐλαφρὰ γαῖ’ ἐκάλυψεν | |
ἀνδρὸς ἐν ἡδίσταις χερσὶν Ἀθηναίδα, | |
5 | τᾶς γ̣ε̣νέτωρ Ν̣εόνικος, ὁ καὶ γαμβρῶι διὰ τέχνας |
ἶσον ὑπὲρ νειῶν κῦδος ἀειράμενος· | |
[ἀ]λλ’ ὁ μὲν οὐ ζώει, Τ̣ρ̣[οφ]ιμᾶς δ’ ἐπὶ σάματι τῶιδε | |
ὡράων πινυτοῦ χῶρον ἔχει πόσιος | |
[ἠ]δ’ [οἳ] τ̣οῦδε [γ]έ[ν]οντο· πατρὶς μία τοῖσδε Σινώπ[η] | |
10 | καὶ γένος οἰκείων βλαστὸν ἀπὸ σταγόνων. |
ξ̣ε̣ίνα δ’ ἐν [ξ]είναι κε[ῖται] χθονί, τὰν πολύδα[κρυν] | |
[μ]αστ̣[ῶ]ν̣ ἀκροτ[άταν] νοῦσον ἀνασχο[μένα]. | |
[–⏑⏑–⏑⏑c.18–⏑⏑–] παρίῃς, π[․]λι[—–⏑] | |
[–⏑⏑–c.15⏑⏑–] πρῶτον Ἀθ̣[ηναίδα]. |