[ ] Gal., N. — Kuruca — Rom. Imp. period
1 Οὔλπιε Νεικήτα, τίς σον
[κ]εκαραγμένον εἶδος |
οὐ κλαῦσεν παρίων
τύνβον ἀωρότατον; |
5 οὔτε γὰρ εὐεπίης Μου-
[σ]ῶν φιλίων ἐμυήθης, |
[οὔ]τ’ ἄνθη γενύων
[ἕ]<σ>σατο εὐ<γ>ενέτης |
χεί<λ>εσιν, οὔτε πέπλοισ[ι]
10 τεὸν δέμας εὐ εἴσκησε |
νυνφιδίοις ἀλλ’ ἔμολε[ς]
τριέτης εἰς Ἀίδην φθίμεν[ος] |
[τ]ῷ νυ φίλοι γενετῆρες
ὀδυρόμενοι περὶ τύνβο[ν] |
15 [ἵ]στανται κύκνοις
εἴκελα ❦ μυρόμε[νοι]. |
Search Help
Contact Us