[ ] Gal., N. — Pessinous (Ballihisar) — 2nd c. AD? — Anat.Ant. 1.1991.185,2
1 ❦ κεκλιμένος κεῖμαι Παρίην ὑπὸ κείο-
να τόνδε / Ἀριστομήδης Σουσου παῖ-
ς ἐλεεινότερος, / ἥβης ἄνθος ἔχων γλυ-
κερὸν καὶ πρὸς γάμον ἤδη μνησ-
5 τεύοντο δέ μοι κουριδίην ἄλοχον /
μήτηρ καὶ πατὴρ καὶ ἐχαίροσαν οἷ-
ον ὁρῶντες / ἀλλ<ά μ>ε Μοῖρ’ ὀλοὴ ἤγαγεν
εἰς Ἀίδαν, / μνῆμα δέ μοι κόσμη-
σε πατὴρ καὶ μήτηρ καὶ ἀδελφὸς / οὓς
10 λίτομαι γοερὸν μηκέτι δάκρυ
χέειν. / {²vac.}²
Search Help
Contact Us