[ ]
Gal., N. — Pessinous (Ballihisar) — 2nd c. AD? — Anat.Ant. 1.1991.185,2
| 1 | ❦ κεκλιμένος κεῖμαι Παρίην ὑπὸ κείο- |
| να τόνδε / Ἀριστομήδης Σουσου παῖ- | |
| ς ἐλεεινότερος, / ἥβης ἄνθος ἔχων γλυ- | |
| κερὸν καὶ πρὸς γάμον ἤδη μνησ- | |
| 5 | τεύοντο δέ μοι κουριδίην ἄλοχον / |
| μήτηρ καὶ πατὴρ καὶ ἐχαίροσαν οἷ- | |
| ον ὁρῶντες / ἀλλ<ά μ>ε Μοῖρ’ ὀλοὴ ἤγαγεν | |
| εἰς Ἀίδαν, / μνῆμα δέ μοι κόσμη- | |
| σε πατὴρ καὶ μήτηρ καὶ ἀδελφὸς / οὓς | |
| 10 | λίτομαι γοερὸν μηκέτι δάκρυ |
| χέειν. / {²vac.}² |