[ ]
Gal., N. — Pessinous (Ballihisar) — 2nd c. AD? — Anat.Ant. 1.1991.185,2
1 | ❦ κεκλιμένος κεῖμαι Παρίην ὑπὸ κείο- |
να τόνδε / Ἀριστομήδης Σουσου παῖ- | |
ς ἐλεεινότερος, / ἥβης ἄνθος ἔχων γλυ- | |
κερὸν καὶ πρὸς γάμον ἤδη μνησ- | |
5 | τεύοντο δέ μοι κουριδίην ἄλοχον / |
μήτηρ καὶ πατὴρ καὶ ἐχαίροσαν οἷ- | |
ον ὁρῶντες / ἀλλ<ά μ>ε Μοῖρ’ ὀλοὴ ἤγαγεν | |
εἰς Ἀίδαν, / μνῆμα δέ μοι κόσμη- | |
σε πατὴρ καὶ μήτηρ καὶ ἀδελφὸς / οὓς | |
10 | λίτομαι γοερὸν μηκέτι δάκρυ |
χέειν. / {²vac.}² |