[ ]
Gal., N. — Pessinous (Ballıhisar) — Sivrihisar — 159-156? 157-156? BC (re-inscr. 1st c. AD) — SbMünchen 1860.199,C — *Welles 245,61 — OGIS 315,C(IV); IGR 3.222+1465
| 1 | [βασιλεὺς Ἄτταλος Ἄττιδι ἱερεῖ χαίρ]ε̣[ι]ν· [εἰ ἔρρωσαι, ἔχοι] |
| ἂν ὡς ἐγὼ βούλομαι· ὑγίαινον δὲ καὶ αὐτός. ἐλθόντων ἡμῶν | |
| εἰς Πέργαμον καὶ συναγαγόντος μου οὐ μόνον Ἀθήναιον | |
| καὶ Σώσανδρον καὶ Μηνογένην, ἀλλὰ καὶ ἑτέρους πλείο- | |
| 5 | νας τῶν ἀναγκαίων καὶ προτιθέντος περὶ ὧν ἐν Ἀπαμείαι ἐ- |
| βουλευόμεθα, λέγοντ[ό]ς τε περὶ ὧν ἔδοξεν ἡμῖν, πολλοὶ μὲν | |
| ὑπεραγόντως ἐγίνοντο λόγοι, καὶ τὸ πρῶτον πάντες κατέρρε- | |
| πον ἐπὶ τὴν αὐτὴν ἡμῖν γνώμην, Χλῶρος δ’ εὐτονώτατος ἦν | |
| τὰ Ῥωμαϊκὰ προτείνων καὶ οὐθενὶ τρόπωι συμβουλεύων οὐ- | |
| 10 | θέν ἄνευ ’κείνων πράσσειν. ὧι τὸ μὲν πρῶτον ὀλίοι {²⁶ὀλίγοι}²⁶ μετεῖ- |
| χον, μετὰ δε ταῦτα ἐν ἄλλαις καὶ ἄλλαις ἡμέραις ἀεὶ δι- | |
| ασκοποῦσιν ἥπτετο μᾶλλον ἡμῶν, καὶ τὸ προπεσεῖν ἄ- | |
| νευ ’κείνων μέγαν ἐδόκει κίνδυνον ἔχειν· καὶ γὰρ ἐπιτυ- | |
| χοῦσιν φθόνον καὶ ἀφαίρεσιν καὶ ὑφοψίαν μοχθηράν, ἣν | |
| 15 | καὶ περὶ τοῦ ἀδελφοῦ ἔσχοσαν, καὶ ἀποτυχοῦσιν ἄρσιν |
| πρόδηλον. οὐ γὰρ ἐπιστραφήσεσθ’ ἐκείνους, ἀλλ’ ἡδέως ὄψεσ- | |
| θαι, ὅτι ἄνευ ἑαυτῶν τηλικαῦτ’ ἐκινούμεθα. νῦν δέ, ἂν καὶ —— ὃ | |
| μὴ γίνοιτ’ —— ἐλασσωθῶμεν ἔν τισιν, μετὰ τῆς ἐκείνων | |
| γνώμης ἕκαστα πεπραχότας βοηθείας τεύξεσθαι καὶ ἀ- | |
| 20 | ναμαχεῖσθαι μετὰ τῆς τῶν θεῶν εὐνοίας. ἔκρινον οὖν εἰς |
| μέν τ[ὴ]ν Ῥώμην ἀεὶ πέμπειν τοὺς συνεχῶς ἀναγγελοῦν- | |
| [τας] τ[ὰ δισ]τ[α]ζόμενα, αὐτοὺς δὲ παρασκευάζεσθα[ι] | |
| [ἡμᾶς ἐπιμελῶς, ὡς εἰ δέοι βοηθήσ]οντας ἑαυτο[ῖς ․․․․] | |
| — — — |