[ ]
Gal., N. — Pessinous (Ballıhisar) — Sivrihisar — 163-156 BC (re-inscr. 1st c. AD) — SbMünchen 1860.198,B [2] — *Welles 243,58 — OGIS 315,B(IV)
1 | Ἄτταλος Ἄττ[ι]δι ἱερεῖ χαίρειν· εἰ ἔρρω- |
σαι, εὖ ἂν ἔχοι· κἀγὼ δὲ ὑγίαινον. Μηνόδω- | |
ρος, ὃν ἀπεστάλκεις, τήν τε παρὰ σοῦ | |
ἐπιστολὴν ἀπέδωκέμ μοι, οὖσαν ἐκτε- | |
5 | νῆ καὶ φιλικήν, καὶ αὐτὸς ὑπὲρ ὧν ἔφη- |
σεν ἔχειν τὰς ἐντολὰς διὰ πλειόνων | |
ἀπελογίσατο. ἀποδεξάμενος οὖν τὴν | |
παρὰ σοῦ αἵρεσιν διά τὸ θεωρεῖν ἐμ παντὶ | |
καιρῶι σε πρόθυμον ὄντα πρὸς τὰ ἡμέτερα | |
10 | πράγματα καὶ αὐτὸς τούτωι ἅπερ ἐνόμιζον |
ἀναγκαῖον εἰδέναι σε κεκοινολογήμενος εἴρη- | |
κα ἀναγγέλλειν. {²vac.}² ἔρρωσο. |