[ ]
Gal., N. — Pessinous (Ballıhisar) — Sivrihisar — 163-156 BC (re-inscr. 1st c. AD) — SbMünchen 1860.198,B [2] — *Welles 243,58 — OGIS 315,B(IV)
| 1 | Ἄτταλος Ἄττ[ι]δι ἱερεῖ χαίρειν· εἰ ἔρρω- |
| σαι, εὖ ἂν ἔχοι· κἀγὼ δὲ ὑγίαινον. Μηνόδω- | |
| ρος, ὃν ἀπεστάλκεις, τήν τε παρὰ σοῦ | |
| ἐπιστολὴν ἀπέδωκέμ μοι, οὖσαν ἐκτε- | |
| 5 | νῆ καὶ φιλικήν, καὶ αὐτὸς ὑπὲρ ὧν ἔφη- |
| σεν ἔχειν τὰς ἐντολὰς διὰ πλειόνων | |
| ἀπελογίσατο. ἀποδεξάμενος οὖν τὴν | |
| παρὰ σοῦ αἵρεσιν διά τὸ θεωρεῖν ἐμ παντὶ | |
| καιρῶι σε πρόθυμον ὄντα πρὸς τὰ ἡμέτερα | |
| 10 | πράγματα καὶ αὐτὸς τούτωι ἅπερ ἐνόμιζον |
| ἀναγκαῖον εἰδέναι σε κεκοινολογήμενος εἴρη- | |
| κα ἀναγγέλλειν. {²vac.}² ἔρρωσο. |