[ ] Gal., N. — Ankyra (Ankara) — 217-ca. 250 AD — IGR 3.204
1          ἀγαθῇ τύχῃ.
Τ. Φλ(άουιον) Γαιανὸν ἱππέα Ῥωμαίων
καὶ δὶς τὴν πρώτην ἀρχὴν ἄρξαν-
τα καὶ πολειτογραφήσαντα καὶ γʹ
5 πρεσβεύσαντα παρὰ θεὸν Ἀντω-
νεῖνον καὶ ἀγωνοθετήσαντα δὶς τοῦ
τε κοινοῦ τῶ̣ν Γαλατῶν κὲ [δ]ὶς
τῶν ἱερῶν ἀγώνων τῶν μεγάλων
Ἀσκληπιείων ἰσ[ο]πυθίων κὲ ἀρχι-
10 ερέα τοῦ κοινοῦ τῶν Γαλατῶν, γαλα-
τάρχην, σεβαστοφάντην, κὲ κτίστην
τῆς μητροπόλεως Ἀγκύρας
φυλὴ — — —
τὸν [ἐν] πᾶσι πρῶτον κὲ φιλότειμο-
15 ν ἑαυτῆς εὐεργέτην κὲ πλου[τι]στὴ[ν],
φυλαρχοῦντος Αὐρ(ηλίου) Ἀγησιλάου
Σεκούνδου, ἐπιμελουμένων
Φλ(αουίου) Ἀσκληπιοῦ κὲ Αὐρ(ηλίου) Ἀσκληπιοῦ.
Search Help
Contact Us