[ ] Gal., N. — Ankyra (Ankara) — 175-200 AD
1 Τρε. Ἰουλία Ἰατρινὴ ζῶσα φρονοῦσα
κατεσκεύασα τὸ περίφραγμα ἑαυτῇ
καὶ Αἰλ(ίᾳ) Ἀγάθῃ μάμμῃ καὶ Αἰλ(ίᾳ) Πωσφό-
ριδι μητρὶ καὶ Στατωρίῳ Γαίου πάππῳ
5 καὶ Αἰλ(ίῳ) Λεωνίδᾳ ἀνδρὶ καὶ μετὰ τὸ
ἐμὲ κατατεθῆναι παρορίζω μηδένα
ἔχειν ἐξουσίαν ἐπισενέγκαι ἕτερον
σῶμα· ἐὰν δέ τις τολμήσει, τῷ ταμείῳ δώσει
(δην.) μύρια πεντακισχίλια.
Search Help
Contact Us