[ ] Gal., N. — Ankyra (Ankara) — 150-200 AD
1 Ζωτικὸν Βάσσου,
ἄνδρα ἀγαθόν, υἱὸν
φυλῆς ιαʹ, φυλαρχήσαν-
τα φιλοτείμως καὶ
5 ἀστυνομήσαντα ἁ-
γνῶς κὲ ἔργον ποιή-
σαντα πολυτείμητο[ν]
ἐν κομοκετίῳ ἐκ τῶν
ἰδίων κὲ καθ’ ἡμέραν
10 πολλὰ παρέχοντα τῇ φυ-
λῇ, τειμηθέντα ἔν τε
ἐκκλησίαις κὲ βουλῇ,
φυλὴ ιαʹ Νέα Ὀλυμπιά[ς],
ἐπιμελουμένων
15 Βάσσου Γαίου κὲ Ἀθη-
ναίου Σεντάμου,
τοῦ τόπου δοθέντος
ὑπὸ τῆς λαμπροτάτης
βουλῆς.
Search Help
Contact Us