[ ] Gal., N. — Ankyra (Ankara) — 147-152 AD — IGR 3.175
1 Γ. Ἰ(ούλιον), Σεουῆρον κα-
ταταγέντα εἰς τοὺς δημαρχικοὺς ὑπὸ [θε]-
οῦ Ἁδριανοῦ, πρεσβεύσαντα ἐν Ἀσίᾳ
ἐξ ἐπιστολῆς καὶ κωδικίλλων θε-
5 οῦ Ἁδριανοῦ ἡγεμόνα λεγιῶνος
τετάρτης Σκυθικῆς καὶ διοικήσαν-
τα τὰ ἐν Συρίᾳ πράγματα, ἡνίκα Που-
πλίκιος Μάρκελλος διὰ̣ τὴν κείνη-
σιν τὴν Ἰουδαικὴν μεταβεβήκει ἀπ
10 Συρίας, ἀνθύπατον Ἀχαίας πρὸς πεν-
τε ῥάβδους πεμφθέντα εἰς Βειθυ-
νίαν διορθωτὴν καὶ λογιστὴν ὑπὸ
θεοῦ Ἁδριανοῦ, ἔπαρχον αἰραρίου το
Κρόνου, ὕπατον, ποντφικα, ἐπιμε-
15 λητὴν ἔργων δημοσίων τῶν ἐν Ῥώ-
μῃ, ἡγεμόνα πρεσβευτὴν Αὐτοκρά-
τορος Καίσαρος Τίτου Αἰλίου Ἁδριαν[οῦ]
Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Γερ-
μανίας τῆς κάτω, ἀνθύπατον Ἀσίας,
20 Τάνταλος Ταντάλου καὶ Σῶκος υἱὸ[ς]
αὐτοῦ Σαουατρεῖς, τὸν ἑαυτῶν εὐ-
εργέτην καὶ φίλον.
Search Help
Contact Us