[ ]
Gal., N. — Ankyra (Ankara) — 147-152 AD — IGR 3.175
| 1 | Γ. Ἰ(ούλιον), Σεουῆρον κα- |
| ταταγέντα εἰς τοὺς δημαρχικοὺς ὑπὸ [θε]- | |
| οῦ Ἁδριανοῦ, πρεσβεύσαντα ἐν Ἀσίᾳ | |
| ἐξ ἐπιστολῆς καὶ κωδικίλλων θε- | |
| 5 | οῦ Ἁδριανοῦ ἡγεμόνα λεγιῶνος |
| τετάρτης Σκυθικῆς καὶ διοικήσαν- | |
| τα τὰ ἐν Συρίᾳ πράγματα, ἡνίκα Που- | |
| πλίκιος Μάρκελλος διὰ̣ τὴν κείνη- | |
| σιν τὴν Ἰουδαικὴν μεταβεβήκει ἀπὸ | |
| 10 | Συρίας, ἀνθύπατον Ἀχαίας πρὸς πεν- |
| τε ῥάβδους πεμφθέντα εἰς Βειθυ- | |
| νίαν διορθωτὴν καὶ λογιστὴν ὑπὸ | |
| θεοῦ Ἁδριανοῦ, ἔπαρχον αἰραρίου τοῦ | |
| Κρόνου, ὕπατον, ποντίφικα, ἐπιμε- | |
| 15 | λητὴν ἔργων δημοσίων τῶν ἐν Ῥώ- |
| μῃ, ἡγεμόνα πρεσβευτὴν Αὐτοκρά- | |
| τορος Καίσαρος Τίτου Αἰλίου Ἁδριαν[οῦ] | |
| Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Γερ- | |
| μανίας τῆς κάτω, ἀνθύπατον Ἀσίας, | |
| 20 | Τάνταλος Ταντάλου καὶ Σῶκος υἱὸ[ς] |
| αὐτοῦ Σαουατρεῖς, τὸν ἑαυτῶν εὐ- | |
| εργέτην καὶ φίλον. |