[ ]
Gal., N. — Ankyra (Ankara) — 147-152 AD — IGR 3.175
1 | Γ. Ἰ(ούλιον), Σεουῆρον κα- |
ταταγέντα εἰς τοὺς δημαρχικοὺς ὑπὸ [θε]- | |
οῦ Ἁδριανοῦ, πρεσβεύσαντα ἐν Ἀσίᾳ | |
ἐξ ἐπιστολῆς καὶ κωδικίλλων θε- | |
5 | οῦ Ἁδριανοῦ ἡγεμόνα λεγιῶνος |
τετάρτης Σκυθικῆς καὶ διοικήσαν- | |
τα τὰ ἐν Συρίᾳ πράγματα, ἡνίκα Που- | |
πλίκιος Μάρκελλος διὰ̣ τὴν κείνη- | |
σιν τὴν Ἰουδαικὴν μεταβεβήκει ἀπὸ | |
10 | Συρίας, ἀνθύπατον Ἀχαίας πρὸς πεν- |
τε ῥάβδους πεμφθέντα εἰς Βειθυ- | |
νίαν διορθωτὴν καὶ λογιστὴν ὑπὸ | |
θεοῦ Ἁδριανοῦ, ἔπαρχον αἰραρίου τοῦ | |
Κρόνου, ὕπατον, ποντίφικα, ἐπιμε- | |
15 | λητὴν ἔργων δημοσίων τῶν ἐν Ῥώ- |
μῃ, ἡγεμόνα πρεσβευτὴν Αὐτοκρά- | |
τορος Καίσαρος Τίτου Αἰλίου Ἁδριαν[οῦ] | |
Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Γερ- | |
μανίας τῆς κάτω, ἀνθύπατον Ἀσίας, | |
20 | Τάνταλος Ταντάλου καὶ Σῶκος υἱὸ[ς] |
αὐτοῦ Σαουατρεῖς, τὸν ἑαυτῶν εὐ- | |
εργέτην καὶ φίλον. |