[ ]
Gal., N. — Ankyra (Ankara) — 128-129 AD — IGR 3.209
1 | ἀγαθῆι τύχηι. |
ψήφισμα τῶν ἀπὸ τῆς οἰκουμένης πε- | |
ρὶ τὸν Διόνυσον καὶ Αὐτοκράτορα Τρα- | |
ιανὸν Ἁδριανὸν Σεβαστὸν Καίσαρα | |
5 | νέον Διόνυσον τεχνειτῶν ἱερο[νει]- |
κῶν στεφανειτῶν καὶ τῶν τούτων συ[ν]- | |
αγωνιστῶν καὶ τῶν νεμόντων τὴν ἱερὰν | |
θυμελικὴν σύνοδον. ἐπειδὴ προτα- | |
θεὶς ὑπὸ τῆς ἱερωτάτης βουλῆς Οὔλπιος | |
10 | Αἴλιος Πομπειανὸς(!) ἀγωνοθετῆσαι τὸν ἀ- |
γῶνα τὸν μυστικὸν δοθέντα ὑπὸ τοῦ Αὐ- | |
τοκράτορος ἐν ὀλίγαις τῇ πόλει, τῇ τε χει- | |
ροτονίᾳ ταχέως ὑπήκουσεν καὶ τὸν ἀγῶ- | |
να διαφανῶς ἐπετέλεσεν ἐκ τῶν ἑαυτοῦ μη- | |
15 | δεμιᾶς ἀπολειφθεὶς λαμπρότητος καὶ μεγα- |
λοψυχίας ἀλλὰ τήν τε εὐσέβειαν τῆς πατρίδος | |
εἰς ἀμφοτέρους τοῦς θεοὺς ἐπεψήφισεν | |
καὶ τὰς ἐπιδόσεις πάσας δὲ ἀφειδῶς ἐποιήσα- | |
το, πρὸς μηδεμίαν δαπάνην ἀναδύς, καὶ τῷ τε | |
20 | τάχει τῆς σπουδῆς ὁδεύοντας ἤδη τοὺς ἀγωνι- |
στὰς ἀνεκαλέσατο καὶ παντὶ μέρει τοῦ μυστηρί- | |
ο̣υ̣ [ἐπή]ρ̣κ̣ε̣σεν, τῇ μὲν συνόδῳ τὰ ἆθλα προθεὶς | |
[τὸν δὲ μυστι]κὸν ἀγῶνα κατασχὼν ὡς προκεκρ[ι]- | |
[μένος μόνος] εὖ ποιεῖν τὴν πόλιν. {²vac.}² | |
25 | [δεδόχθαι οὖν] ἡ<μ>εῖν, ὑπὲρ τοῦ τετηρῆσθαι μὲν |
[τὰς τειμὰς τῷ τε] Αὐτοκράτορι καὶ τῷ Διονύσῳ διασε- | |
[σῶσθαι δὲ εἰς τὸν] ἀγῶνα τῇ πόλει, τὸν ἄνδρα τετιμῆ- | |
[σθαι ἀνδριάντ]ι, ὃς ἀναστήσεται ἐν ἐπιφανεστά- | |
[τῳ μὲν τόπῳ τ]ῆς μητροπόλεως, ἰδίῳ δὲ τῶν ἀγω- | |
30 | [νιζομένων ἐ]ν τῷ θεάτρῳ, παράδιγμα κάλλιστον |
[ἀρετῆς τοῖς θε]ω̣μένοις, ᾧ καὶ τὸν εἰσιόντα ἀγωνι- | |
[στὴν εἰς μυστικ]ὸν ἀγῶνα ἐψηφίσθαι στεφάνους | |
[εἰσφέρειν], εἰ δὲ μὴ εἴργεσθαι τοῦ ἀγῶνος ἀχαρι- | |
[στίας πρὸς τὸν ἄ]ριστον ἄνδρα ἕνεκεν καὶ ἀπειθε[ί]- | |
35 | [ας τῶν ἐψηφι]σμένων τῇ συνόδῳ ἀναστῆσαι δὲ |
[τοῦ ἀνδρὸς ἀ]νδριάντα, καὶ ἐν νέᾳ πόλει τῷ [δὲ με]- | |
[γίστῳ Αὐτοκρά]τορι Καίσαρι Τραιανῷ Ἁδριανῷ Σ[εβα]- | |
[στῷ καὶ τῷ κ]ρατίστῳ ἡγεμόνι Τρεβίῳ Σεργιαν[ῷ] | |
[μαρτυρῆσαι] διὰ ψηφίσματος τήν τε τοῦ ἀνδρὸς | |
40 | [μεγαλομέρ]ε̣ιαν καὶ τὴν τῆς συνόδου δικαίαν |
[εὐχαριστίαν] ἰσηγησαμένου Γαίου Ἀντωνίου Πολ- | |
[․․․․․]ως κωμῳδοῦ ὀλυμπιονείκου, ἐ- | |
[πιψηφισαμέν]ου Γαίου Ἰουλίου Κολλήγα Νεο- | |
[καισαρέως κωμῳ]δοῦ παραδόξου. {²vac.}² ἐγένετο ἐν | |
45 | [τῇ μητροπόλει τῆ]ς Γαλατίας Ἀγκύρᾳ ἀγῶνος τε- |
[λουμένου μυσ]τικοῦ ἐπὶ ἑλλαδάρχου Οὐλπί- | |
[ου Αἰλίου Πομπε]ιανοῦ(!) καὶ ἀρχιερέως Μεμμίου | |
[․․․․․․․․․․․․]ου Διονυσίου τοῦ ἑλλαδάρχου | |
[ἐπὶ πρώτου(?) ἄρχο]ντος Τίτου Φλαουίου Ἰουλια- | |
50 | [νοῦ ․․․․․ γραμ]ματέως Ἀλεξάνδρου Σωπά- |
[τρου ․․․․․․․․ καὶ] Λαοδικέως κιθαρῳδοῦ σεβαστο- | |
[νείκου παραδόξου τ]οῦ τρὶς ἀρχιερέως, νομοδε[ί]- | |
[κτου ․․․․․․․․․․․ Ἐ]πόπτου Τρωαδέως πλεισ[το]- | |
[νείκου. ἐπὶ ὑπάτων Ν]ωνίου Τορ̣κ̣[ουά]του Ἀσπρή- | |
55 | [να καὶ Μ. Ἀννίου Λίβωνο]ς πρὸ ϛʹ εἰδ(ῶν) Δεκεμβρίων. |