[ ]
Gal., N. — Ankyra (Ankara) — 128-129 AD — IGR 3.209
| 1 | ἀγαθῆι τύχηι. |
| ψήφισμα τῶν ἀπὸ τῆς οἰκουμένης πε- | |
| ρὶ τὸν Διόνυσον καὶ Αὐτοκράτορα Τρα- | |
| ιανὸν Ἁδριανὸν Σεβαστὸν Καίσαρα | |
| 5 | νέον Διόνυσον τεχνειτῶν ἱερο[νει]- |
| κῶν στεφανειτῶν καὶ τῶν τούτων συ[ν]- | |
| αγωνιστῶν καὶ τῶν νεμόντων τὴν ἱερὰν | |
| θυμελικὴν σύνοδον. ἐπειδὴ προτα- | |
| θεὶς ὑπὸ τῆς ἱερωτάτης βουλῆς Οὔλπιος | |
| 10 | Αἴλιος Πομπειανὸς(!) ἀγωνοθετῆσαι τὸν ἀ- |
| γῶνα τὸν μυστικὸν δοθέντα ὑπὸ τοῦ Αὐ- | |
| τοκράτορος ἐν ὀλίγαις τῇ πόλει, τῇ τε χει- | |
| ροτονίᾳ ταχέως ὑπήκουσεν καὶ τὸν ἀγῶ- | |
| να διαφανῶς ἐπετέλεσεν ἐκ τῶν ἑαυτοῦ μη- | |
| 15 | δεμιᾶς ἀπολειφθεὶς λαμπρότητος καὶ μεγα- |
| λοψυχίας ἀλλὰ τήν τε εὐσέβειαν τῆς πατρίδος | |
| εἰς ἀμφοτέρους τοῦς θεοὺς ἐπεψήφισεν | |
| καὶ τὰς ἐπιδόσεις πάσας δὲ ἀφειδῶς ἐποιήσα- | |
| το, πρὸς μηδεμίαν δαπάνην ἀναδύς, καὶ τῷ τε | |
| 20 | τάχει τῆς σπουδῆς ὁδεύοντας ἤδη τοὺς ἀγωνι- |
| στὰς ἀνεκαλέσατο καὶ παντὶ μέρει τοῦ μυστηρί- | |
| ο̣υ̣ [ἐπή]ρ̣κ̣ε̣σεν, τῇ μὲν συνόδῳ τὰ ἆθλα προθεὶς | |
| [τὸν δὲ μυστι]κὸν ἀγῶνα κατασχὼν ὡς προκεκρ[ι]- | |
| [μένος μόνος] εὖ ποιεῖν τὴν πόλιν. {²vac.}² | |
| 25 | [δεδόχθαι οὖν] ἡ<μ>εῖν, ὑπὲρ τοῦ τετηρῆσθαι μὲν |
| [τὰς τειμὰς τῷ τε] Αὐτοκράτορι καὶ τῷ Διονύσῳ διασε- | |
| [σῶσθαι δὲ εἰς τὸν] ἀγῶνα τῇ πόλει, τὸν ἄνδρα τετιμῆ- | |
| [σθαι ἀνδριάντ]ι, ὃς ἀναστήσεται ἐν ἐπιφανεστά- | |
| [τῳ μὲν τόπῳ τ]ῆς μητροπόλεως, ἰδίῳ δὲ τῶν ἀγω- | |
| 30 | [νιζομένων ἐ]ν τῷ θεάτρῳ, παράδιγμα κάλλιστον |
| [ἀρετῆς τοῖς θε]ω̣μένοις, ᾧ καὶ τὸν εἰσιόντα ἀγωνι- | |
| [στὴν εἰς μυστικ]ὸν ἀγῶνα ἐψηφίσθαι στεφάνους | |
| [εἰσφέρειν], εἰ δὲ μὴ εἴργεσθαι τοῦ ἀγῶνος ἀχαρι- | |
| [στίας πρὸς τὸν ἄ]ριστον ἄνδρα ἕνεκεν καὶ ἀπειθε[ί]- | |
| 35 | [ας τῶν ἐψηφι]σμένων τῇ συνόδῳ ἀναστῆσαι δὲ |
| [τοῦ ἀνδρὸς ἀ]νδριάντα, καὶ ἐν νέᾳ πόλει τῷ [δὲ με]- | |
| [γίστῳ Αὐτοκρά]τορι Καίσαρι Τραιανῷ Ἁδριανῷ Σ[εβα]- | |
| [στῷ καὶ τῷ κ]ρατίστῳ ἡγεμόνι Τρεβίῳ Σεργιαν[ῷ] | |
| [μαρτυρῆσαι] διὰ ψηφίσματος τήν τε τοῦ ἀνδρὸς | |
| 40 | [μεγαλομέρ]ε̣ιαν καὶ τὴν τῆς συνόδου δικαίαν |
| [εὐχαριστίαν] ἰσηγησαμένου Γαίου Ἀντωνίου Πολ- | |
| [․․․․․]ως κωμῳδοῦ ὀλυμπιονείκου, ἐ- | |
| [πιψηφισαμέν]ου Γαίου Ἰουλίου Κολλήγα Νεο- | |
| [καισαρέως κωμῳ]δοῦ παραδόξου. {²vac.}² ἐγένετο ἐν | |
| 45 | [τῇ μητροπόλει τῆ]ς Γαλατίας Ἀγκύρᾳ ἀγῶνος τε- |
| [λουμένου μυσ]τικοῦ ἐπὶ ἑλλαδάρχου Οὐλπί- | |
| [ου Αἰλίου Πομπε]ιανοῦ(!) καὶ ἀρχιερέως Μεμμίου | |
| [․․․․․․․․․․․․]ου Διονυσίου τοῦ ἑλλαδάρχου | |
| [ἐπὶ πρώτου(?) ἄρχο]ντος Τίτου Φλαουίου Ἰουλια- | |
| 50 | [νοῦ ․․․․․ γραμ]ματέως Ἀλεξάνδρου Σωπά- |
| [τρου ․․․․․․․․ καὶ] Λαοδικέως κιθαρῳδοῦ σεβαστο- | |
| [νείκου παραδόξου τ]οῦ τρὶς ἀρχιερέως, νομοδε[ί]- | |
| [κτου ․․․․․․․․․․․ Ἐ]πόπτου Τρωαδέως πλεισ[το]- | |
| [νείκου. ἐπὶ ὑπάτων Ν]ωνίου Τορ̣κ̣[ουά]του Ἀσπρή- | |
| 55 | [να καὶ Μ. Ἀννίου Λίβωνο]ς πρὸ ϛʹ εἰδ(ῶν) Δεκεμβρίων. |