[ ] Gal., N. — Ankyra (Ankara) — 114 AD — OGI 2.544; IGR 3.173
1 [Γ. Ἰού]λ̣ιον Σεουῆρον,
[ἀπόγο]νον βασιλέως
[Δ]ηιοτάρου καὶ Ἀμύντου
τοῦ Βριγάτου καὶ Ἀμύντου
5 τοῦ Δυριαλοῦ τετραρχῶν
καὶ βασιλέως Ἀσίας Ἀττάλου,
ἀνεψιὸν ὑπατικῶν Ἰουλίου
τε Κοδράτου καὶ βασιλέως
Ἀλεξάνδρου καὶ
10 Ἰουλίου Ἀ-
κύλου καὶ Κλ(αυδίου) Σεουήρου καὶ
συγγενῆ συγκλητικῶν πλείστων, ἀδελφὸν Ἰου-
λίου Ἀμυντιανοῦ, πρῶτον
Ἑλλήνων, ἀρχιερασάμενο[ν]
15 καὶ ὑπερβαλόντα ἐπιδόσεσιν
καὶ ταῖς λοιπαῖς φιλοτιμίαις το[ὺς]
πώποτε πεφιλοτ[ιμ]ημένους καὶ
τῶι αὐτῶι ἔτει καὶ ἐλαιοθετήσαν-
τα διηνεκῶς ἐν τῆι τῶν ὄχλων παρό-
20 δωι καὶ σεβαστοφαντήσαντα κὲ μόνο[ν]
καὶ πρῶτον τὰ ἀπ’ αἰῶνος σεβαστοφα[ν]-
τικὰ χρήματα εἰς ἔργον τῆι πόλει
χαρισάμενον καὶ μὴ συνχρησάμε-
νον εἰς τὸ ἔλαιον τούτῳ τῶι πόρ[ῳ ὡς]
25 [οἱ] πρὸ αὐτοῦ πάντες καὶ ἄρξαντα
[καὶ ἀ]γωνοθετήσαντ[α] καὶ ἀγορανο-
[μήσ]αντα καὶ τὴν γυναῖκα καταστή-
σαντα ἀρχιέρειαν καὶ αὐτὴν ὑπερβ[α]-
λοῦσαν ἐπιδόσεσιν, ἀποδεξάμεν[όν]
30 τε στρατεύματα τὰ παραχειμάσα[ν]-
τα ἐν τῇ πόλει καὶ προπέμψαντα [τὰ]
παροδεύοντα ἐπὶ τὸν πρὸς Πά[ρ]-
θους πόλεμον, ζῶντά τε δικα[ί]-
ως καὶ ἰσοτείμως, φυλὴ Πακα-
35 λ<η>νὴ βʹ τὸν ἴδιον εὐεργέτην, φυ-
λαρχοῦντος Οὐάρου Λογίου ἐ-
τίμησεν.
Search Help
Contact Us