[ ]
Gal., N. — Ankyra (Ankara) — 114 AD — OGI 2.544; IGR 3.173
| 1 | [Γ. Ἰού]λ̣ιον Σεουῆρον, |
| [ἀπόγο]νον βασιλέως | |
| [Δ]ηιοτάρου καὶ Ἀμύντου | |
| τοῦ Βριγάτου καὶ Ἀμύντου | |
| 5 | τοῦ Δυριαλοῦ τετραρχῶν |
| καὶ βασιλέως Ἀσίας Ἀττάλου, | |
| ἀνεψιὸν ὑπατικῶν Ἰουλίου | |
| τε Κοδράτου καὶ βασιλέως | |
| Ἀλεξάνδρου καὶ | |
| 10 | Ἰουλίου Ἀ- |
| κύλου καὶ Κλ(αυδίου) Σεουήρου καὶ | |
| συγγενῆ συγκλητικῶν πλείστων, ἀδελφὸν Ἰου- | |
| λίου Ἀμυντιανοῦ, πρῶτον | |
| Ἑλλήνων, ἀρχιερασάμενο[ν] | |
| 15 | καὶ ὑπερβαλόντα ἐπιδόσεσιν |
| καὶ ταῖς λοιπαῖς φιλοτιμίαις το[ὺς] | |
| πώποτε πεφιλοτ[ιμ]ημένους καὶ | |
| τῶι αὐτῶι ἔτει καὶ ἐλαιοθετήσαν- | |
| τα διηνεκῶς ἐν τῆι τῶν ὄχλων παρό- | |
| 20 | δωι καὶ σεβαστοφαντήσαντα κὲ μόνο[ν] |
| καὶ πρῶτον τὰ ἀπ’ αἰῶνος σεβαστοφα[ν]- | |
| τικὰ χρήματα εἰς ἔργον τῆι πόλει | |
| χαρισάμενον καὶ μὴ συνχρησάμε- | |
| νον εἰς τὸ ἔλαιον τούτῳ τῶι πόρ[ῳ ὡς] | |
| 25 | [οἱ] πρὸ αὐτοῦ πάντες καὶ ἄρξαντα |
| [καὶ ἀ]γωνοθετήσαντ[α] καὶ ἀγορανο- | |
| [μήσ]αντα καὶ τὴν γυναῖκα καταστή- | |
| σαντα ἀρχιέρειαν καὶ αὐτὴν ὑπερβ[α]- | |
| λοῦσαν ἐπιδόσεσιν, ἀποδεξάμεν[όν] | |
| 30 | τε στρατεύματα τὰ παραχειμάσα[ν]- |
| τα ἐν τῇ πόλει καὶ προπέμψαντα [τὰ] | |
| παροδεύοντα ἐπὶ τὸν πρὸς Πά[ρ]- | |
| θους πόλεμον, ζῶντά τε δικα[ί]- | |
| ως καὶ ἰσοτείμως, φυλὴ Πακα- | |
| 35 | λ<η>νὴ βʹ τὸν ἴδιον εὐεργέτην, φυ- |
| λαρχοῦντος Οὐάρου Λογίου ἐ- | |
| τίμησεν. |