[ ] Gal., N. — Ankyra (Ankara) — SEG 27.866
a.1 Π. Αἴλιον Κ[ύρ]ιλλον πάσῃ ἀρετῇ κεκοσμημένον καὶ ἀρχόμε̣[ν]ον πρώτης ἡλικίας καταξιω-
                                     θέντα
b.3 οὐ μόνον τῆς ἐνθά-
δε βουλῆς ἐν τῇ ἑαυ-
5 τοῦ πατρίδι ἀλλὰ καὶ
ἐν ἄλλαις πόλεσι διὰ τὴν
ἀναστροφὴν αὐτοῦ, ❦ οἱ ἀ-
δελφοὶ αὐτοῦ Π. Αἴ. Κυ-
ρίων καὶ Πούδης ἐκόμι-
10 σαν αὐτὸν ἀπὸ τῆς Ἀλεξαν-
          δρείας
c.12 ❦ καὶ τὴ[ν] λάρνακα ἀπέθοντο ❦ καταξιωθέντες διαδοχῆς. ❦
Search Help
Contact Us