[ ] Gal., S. — Axylon Villages: Kolu Kisa — ca. 375-425 AD?
See also:
1 ἐξ ἀγαθῆς ῥίζης ἔρνος κλυτὸν ἐξε[φ]αάνθη,
Μένανδρος πανάριστος, ἐπὶ μέ[γ]α οὔνο<μα> ἔσχε
πρεσβ(ύτερος) γέγοὼς π̣ανυπέρτατος̣ ἠδὲ δίκαιος,
οὗ δὴ λίψανα κῖτε ὑπὸ χθόνα που̣[λ]υβοτίρην,
5 ψυχὴ δ’ αὐτοῖο ἵν’ ἀθάνατος [θ]εὸς ἔστιν·
Ἀβραμίοις κόλποις ἀναπαύε̣[τ]ε ὡς μακάρων τις
ὃν πάτρη ὑμενεῖ ἐπευφη̣[μ]ῖ δέ ἑ δῆμος
τῷ δ’ ἄλοχος Κλέουσα προσένν̣[ε]πε μυρομένη περ
"πῶς μούν̣η̣ν̣ μ’ ἔλιπες καὶ̣ [․․․․․]α πήματα πάσχω;"
10 PIRW/QEN? {26U(PERO/QEN%1}26 [D' A]U)TH\N A)PAMI/BE[T' E(]O\S PO/SIS E)SQLO/S:
"ὦμοι ἐμὴ ἄλοχος, μὴ δάκρυε [μ]ηδ’ ὀρόθυνε
ψυχὰς κασιγνήτων, ἐπὶ πόθεό[ν] με καὶ αὐτοί,
τερπόμενοι ζώοντι θεῶν ὅτ[ι] οἱ εὔαδεν οὕτω·
εὐχωλὰς δὲ θεῷ ἀποτινύ[ε ὥ]ς κέ σε θᾶσσον
15 ῥύσετ’ ἐξ ἀχέων καί μοι κ[αλὸν] οὔνομα λίποις."
Search Help
Contact Us