1 | ἐξ ἀγαθῆς ῥίζης ἔρνος κλυτὸν ἐξε[φ]αάνθη, |
Μένανδρος πανάριστος, ἐπὶ μέ[γ]α οὔνο<μα> ἔσχε | |
πρεσβ(ύτερος) γέγοὼς π̣ανυπέρτατος̣ ἠδὲ δίκαιος, | |
οὗ δὴ λίψανα κῖτε ὑπὸ χθόνα που̣[λ]υβοτίρην, | |
5 | ψυχὴ δ’ αὐτοῖο ἵν’ ἀθάνατος [θ]εὸς ἔστιν· |
Ἀβραμίοις κόλποις ἀναπαύε̣[τ]ε ὡς μακάρων τις | |
ὃν πάτρη ὑμενεῖ ἐπευφη̣[μ]ῖ δέ ἑ δῆμος | |
τῷ δ’ ἄλοχος Κλέουσα προσένν̣[ε]πε μυρομένη περ | |
"πῶς μούν̣η̣ν̣ μ’ ἔλιπες καὶ̣ [․․․․․]α πήματα πάσχω;" | |
10 | πιρώθεν̣ {²⁶ὑπερόθεν?}²⁶ [δ’ α]ὐτὴν ἀπαμίβε[τ’ ἑ]ὸς πόσις ἐσθλός· |
"ὦμοι ἐμὴ ἄλοχος, μὴ δάκρυε [μ]ηδ’ ὀρόθυνε | |
ψυχὰς κασιγνήτων, ἐπὶ πόθεό[ν] με καὶ αὐτοί, | |
τερπόμενοι ζώοντι θεῶν ὅτ[ι] οἱ εὔαδεν οὕτω· | |
εὐχωλὰς δὲ θεῷ ἀποτινύ[ε ὥ]ς κέ σε θᾶσσον | |
15 | ῥύσετ’ ἐξ ἀχέων καί μοι κ[αλὸν] οὔνομα λίποις." |
MAMA VII
587