[ ]
Gal., S. — Klaneos? (Turgut)
1 | τὸν κλυτὸν ἐν πινυτοῖσι, τὸν ἤ- |
πιον ἐν σινομέμοις {²⁶συνομαίοις}²⁶, / ἀν[έρ]α π̣αν- | |
τίμων τὸ γένος ἐγ μερόπων, / ἔνθα | |
Δαμαν δόμος οὗτος ὁ λάϊνος ἐντὸς | |
5 | ἐέργει, / ὅν τοῦ κεδνοτάτη δείματο συνβ̣ιό- |
τη / Δόμνα δόμον κλειτοῦ πόσιος, φιλ[ίας δ]ὲ | |
θυγατρός, / τὴν Οὐαλέντιλλαν ἀμφότε- | |
ροι κάλεον, / σοὶ δὲ λέγω, ξένε, | |
ταῦτα καὶ ἐσσομένοισι πιθέσ- | |
10 | θε· / τοὺς γὰρ ἐπαυρόντας εἰσέ- |
τι κῆδος ἔχει. / Αὐρ. Δόμνα Ζω- | |
τικοῦ τῷ ἰδίῳ ἀνδρὶ μνήμης | |
χάριν. |