[ ] Gal., S. — Axylon Villages: Sengen — ca. 375-450 AD
1 ☩ σῆμα τόδ’ ἄγλαιων κεκασμένυ πε͂-
δες ἄριστυ Πατροκλῆς καὶ Παῦλος ὁμο-
φρόνως θυμὸν ἀφῆκαν. αὐτὰρ πέδων
μέγα φῆμα ἐνὶ φρεσὶ πευκαλίμυσι λήσεθ’ ἐν
5 μερόπεσσιν τοκέων μένος αἶραν ἀνφοτέρων
τοκέων μαλακῶ δεδμημένυ ἄτης. αὐτὰρ
μέ<ν> μυ πε͂δες ἐσθλὺ ἐμοῦ κεχαρισμένε θυμῷ
τόσσον περὶ πολλῆς ἄχος ἐδίμαντο τήνδ’ ὅ γε
τίθλον. κὲ γὰρ ἐμῆς φαλάμεσσιν πονησάμεν-
10 ος τόδε ἔργον, οὐ μὲν δὴ κροκοπέπλου ἐ-
νεπλήσθησαν ἐπέης οὐρανόθεν μέγα κῦδ-
ος· θεοῦ χάριν ἔλαβον αὐτύ, βασιλίην
οὐρανῶν Χριστῷ πανβασιλῖ χέροντες.
χε͂ρε, μάκαρ. κὲ γὰρ ἰς σὲ τέλος βιότυο κιχά-
15 νι· οὐ γὰρ ἐν μερόπῳ τοκέων χά-
ριν οὐκ ἐτέλε-
σαν. ☩
Search Help
Contact Us