[ ]
Mys./Lyd. — Nakrason — Dönertaş, NE of — 1st c. AD (1st half?) — SbWien 265,1 (1969) 7, 1
A, front.1 | καὶ τάφρον ἀπὸ δυσμῆς ἥτις ἐστὶν ὅρος τοῦ προγε- |
γραμμένου ἐλαιῶνος, ὧν γείτονες Ἀνδρόνεικος Ἑρμο- | |
δώρου καὶ Ἐπικράτης Διοφάντου Θυατειρηνοί. ὁμοίως ἀφώρι- | |
σα καὶ συνκαθωσίωσα τῷ μνημείῳ ἀμπέλων πλέθρα πέντε | |
5 | εἴτε πλείονά ἐστιν τὰ λεγόμενα Κυλλινα, ὧν γείτονες ἀνατο- |
λῆς Ἐπικράτης Διοφάντου Θυατειρηνός, βορήου Μηνοφάντου τοῦ | |
Διονυσίου Νακρασείτου ἄμπελοι φερνῷαι, μεσημβρίας καὶ δυσ- | |
μῆς ῥύαξ, αἵτινες ἄμπελοι ὅρον ἕξουσι τάφρον ἀπ’ ἀνατολῆς | |
τὴν δεχομένην καὶ διεξοχετεύουσαν ἐκ τῶν τοῦ Μηνοφάντου | |
10 | ἀμπέλων τὸ καταφερόμενον ἐξ αὐτῶν ὕδωρ ἐπὶ τὸ χείμαρρον |
ὑποκείμενον ῥεῖθρον. ὁμοίως ἀφώρισα καὶ συνκαθωσίωσα τῷ μνημεί- | |
ῳ ἕτερον ἐλαιῶνα τὸν λεγόμενον Μαξίμου, οὗ γείτονες ἀπ’ ἀνατολῆς | |
ὁδὸς ἀπὸ Τιββων φέρουσα ἐπὶ Δεσκυλείου, βορήου Ἀπολλωνίου Κνεί- | |
σωνος γενηθεῖσαι ἄμπελοι, δυσμῆς Τίτος Λουκίου Θυατειρηνός. ὁμοί- | |
15 | ως ἀφώρισα καὶ συνκαθωσίωσα τῷ μνημείῳ ἐν τῇ αὐτῇ κώμῃ ἐν τῷ πεδί- |
ῳ ψειλῆς χώρας πλέθρα ἑπτὰ τὰ καλούμενα Πτελεῶνα καὶ ἄλλα ἐν | |
[τ]ῷ αὐτῷ πεδίῳ ψειλῆς χώρας πλέθρα ἓξ τὰ λεγόμενα Κορμου, ὧν χωρῶν | |
[γ]είτονες τοῦ μὲν Πτελεῶνος βορήῳ Ἐπικράτης Διοφάντου, ἀνατολῆς | |
καὶ μεσημβρίας Ἀνδρόνεικος Ἑρμοδώρου, δυσμῆς Τιββη, τῆς δὲ ἑτέρας | |
20 | χώρας γείτονες ἀνατολῆς Ἐπικράτης Διοφάντου, βορήῳ καὶ μεσημβρί- |
ᾳ καὶ δυσμῇ Ἀνδρόνεικος Ἑρμοδώρου. ὑπὲρ ὧν χωρῶν ψειλῶν καὶ ἐν- | |
δένδρων καὶ ἀμπέλων καὶ τῶν προγεγραμμένων πάντων καὶ συν- | |
καθωσιωμένων τῷ μνημείῳ δώσει ἐπ’ ἐνιαυτῷ εἰς φίσκον ἁπλῆς οὐν- | |
κίας ὁ διακατέχων καὶ νεμόμενος καὶ τὴν ἐξ αὐτῶν πρόσοδον βασ- | |
25 | τάζων δραχμὰς δέκα δύο εἰς Νάκρασον, ἀρχόμενος διδόναι ὅταν καρπὸν |
ἀνέληται. καὶ τὰ νῦν δὲ βούλομαι τὸν κληρονόμον μου γεινώσκειν τούς | |
τε μετὰ ταῦτα ἐσομένους διαδόχους ὡς τὸ ἄλσος τοῦτο καὶ ἡ ἀπὸ μεσημβρί- | |
ας χώρα προσκειμένη τῷ ἄλσει καὶ τὸ λεγόμενον Πλινθούλκιον καὶ ὁ ὑπερ- | |
κείμενος ἐλαιὼν καὶ ὁ ἕτερος ἐλαιὼν λεγόμενος Μαξίμου καὶ αἱ ἄμπελοι | |
30 | αἱ λεγόμεναι Κυλλινα καὶ ἐν τῷ πεδίῳ ψειλαὶ χῶραι, ἡ μὲν λεγομένη Πτελε- |
ών, ἑτέρα δὲ ἡ καλουμένη Κορμου, μέχρις ὧν σεσημείωμαι ὅρων, ταῦτα | |
πάντα ἀφώρισται καὶ ἀνεῖται καὶ συνκαθωσίωται τῷ μνημείῳ καὶ ἥρωι Διοφάν- | |
τῳ, καὶ ὅτι τοῦτο οὐ μόνον κατὰ τὴν φιλότεκνόν μου προαίρεσιν, ἀλλὰ | |
καὶ ὀνείροις καὶ σημείοις καὶ φαντάσμασιν αὐτοῦ μοι τοῦ ἥρωος | |
35 | ἐναργῶς πολλάκις ἐπιφοιτῶντος ἀφορισθῆναι αὐτῷ μέρη προετράπην ἀφο- |
ρίσαι αὐτῷ τὰ προγεγραμμένα. ὧν οὕτως ἐχόντων οὐδένα βουλόμενος | |
πλανηθῆναι τῶν μετὰ ταῦτα διαδόχων καὶ ἐξαμαρτεῖν εἰς θεοὺς καὶ ἀ- | |
σεβῆ[σ]αι, δῆλον αὐτοῖς καὶ ἐνφανὲς ἐβουλήθην ποιῆσαι τοῦτο, ὅθεν τού- | |
των τῶν ἀφωρισμένων καὶ συνκαθωσιωμένων τῷ μνημείῳ καὶ ἥρωι | |
40 | Διοφάντῳ μόνην ἐμαυτῷ τὴν συνκεχωρημένην διάταξιν ἐπέτρεψα. |
βούλομαι τοιγαροῦν τούτου τοῦ μνημείου καὶ τῶν προσκυρούντων | |
πάντων τῷ μνημείῳ τὴν ἐπιμέλειαν καὶ τὴν ἐξ αὐτῶν πρόσοδον εἶ- | |
ναι Τελεσφόρου καὶ Εὐνόμου τῶν ἀπελευθέρων μου, ἐφ’ ᾧ μέχρις οὗ | |
ζῶσιν τὴν ἐκ τῶν προγεγραμμένων πρόσοδον βαστάζοντες προνοήσου- | |
45 | σι<ν> τῶν οἰκοδομημάτων καὶ τῆς διαμονῆς αὐτῶν καὶ θεραπείας πάντων |
καὶ τοῦ ἄλσους καὶ τῶν ἀνειμένων καὶ συνκαθωσιωμένων τῷ μνημεί- | |
ῳ. ἐὰν δέ τι πέσῃ τῶν οἰκοδομημάτων ἢ τῶν περικειμένων τοίχων | |
τῷ μνημείῳ καὶ τῷ ἄλσει, τοῦτο ὀρθώσουσιν ὁ Τελέσφορος καὶ ὀ Εὔνο- | |
μος ἐξ ὧν βαστάζουσιν προσόδων. ῥοδίσουσιν δὲ ὁ Τελέσφορος καὶ ὀ Εὔνο- | |
50 | μος ἐπὶ τὸ μνημεῖον μὴ ἔλασσον δαπανῶντες εἰς ῥόδα δηναρίων εἴκο- |
σι πέντε, ποιοῦντες τοῦτο ἐπάνανκες εἰς τὴν τοῦ ἥρωος θρησκείαν. | |
μετὰ δὲ τὴν τοῦ Τελεσφόρου τελευτὴν βούλομαι τὴν ἐπιμέλειαν καὶ | |
κηδεμονίαν καὶ πρόσοδον τῶν συνκαθωσιωμένων τῷ μνημείῳ ἐπὶ | |
τοῖς προγεγραμμένοις δικαίοις εἶναι Εὐνόμου τοῦ ἀπελευθέρου μου, μ[ε]- | |
55 | τὰ δὲ τὴν τοῦ Εὐνόμου τελευτὴν ἐγγόνων τοῦ Εὐνόμου ἐπὶ τοῖς α[ὐ]- |
τοῖς δικαίοις, ἐάν τε ἀπ’ ἀρρένων, ἐάν τε ἀπὸ θηλείων καταλείπῃ ἐγγόνου[ς], | |
μετὰ δὲ τοὺς τοῦ Εὐνόμου ἐγγόνους, ἐάν τε ἀπ’ ἀρρένων, ἐάν τε ἀπὸ θηλείων | |
περιῶσιν, τῶν τούτων ἐγγόνων, ὥστε προβαίνειν τὴν διαδοχὴν εἰς αἰεὶ ἀπὸ ὀ- | |
νόματος τοῦ Εὐνόμου καὶ ὀνομάζεσθαι, μηδενὸς ἔχοντος ἐξουσίαν τὴν ἐπι- | |
60 | βάλλουσαν αὐτῷ πρόσοδον ἐκ τῶν καθωσιωμένων τῷ μνημείῳ καὶ τῷ ἥ- |
ρωι μήτε ἀλλάξαι μήτε μεταδιατάξαι ἢ μισθῶσαι ἢ ὑποθέσθαι ἢ ἀνθ’ ἑαυ- | |
τοῦ ἕτερον κακοτέχνως εἰσαγαγεῖν εἰς τὸ δίκαιον τῆς προσόδου ἢ τῆς κυ- | |
ριήας τῶν συνκαθωσιωμένων τῷ μνημείῳ. διά τε τοῦτο βούλομαι τὴν διά- | |
ταξιν ταύτην μου ἐνχαραχθῆναι στήλλῃ {²⁶στήλῃ}²⁶ λιθίνῃ εὐσήμοις γράμμασιν | |
65 | καὶ τεθῆναι πρὸ τοῦ μνημείου ἐν τῷ ἄλσει, τίνες τε οἱ πρῶτοι καὶ τίνες μετὰ ταῦ- |
τα καὶ τίνων οἱ διαδεξάμενοι καὶ λαβόντες, ἵνα τὰ ὀνόματα τῶν διαδεχο- | |
μένων ἐνχαράσσηται, ὥστε τῶν βασμῶν τὴν διαδοχὴν μήκει τοῦ χρόνου μὴ ἀ- | |
μαυρωθῆναι μηδέ τινα ἀλλότριον εἰσελθεῖν δύνασθαι εἰς τὸ δίκαιον | |
τοῦτο. ἐὰν δέ τις ἐπιχειρήσει τὸ ἴδιον μέρος τῆς προσόδου καθ’ ὁνδήπο- | |
70 | τε οὖν τρόπον ἐξαλλοτριῶσαι, στερέσθω μὲν τοῦ ἐπιβάλλοντος αὐτῷ δι- |
καίου· τὸ δὲ δίκαιον αὐτοῦ ἔστω τῶν μὴ ἐξαλλοτριωσάντων. ἐὰν δὲ πάντες | |
ἀπαλλοτριώσουσίν μου τὴν διάταξιν ἄλλως τέ τι γένηται ἢ ὡς διατέτακ- | |
χα, τότε οἱ ἔνγιστά μου γένους ἐνχειρισάτωσαν ἐπὶ τοῖς αὐτοῖς δικαίοις, | |
οἷς διέταξα, οἷς ἂν νομίσωσιν ἐπιτηδείοις εἶναι. μηδέ τις ἐξουσίαν ἐχέτω | |
75 | ἐκ τοῦ ἄλσους ἐξελεῖν δένδρον ἢ ἐκκόψαι ἐπὶ μηδεμιᾷ προφάσει ἢ πα- |
ρευρέσει. ὁμοίως μηδ’ ἐξουσίαν τις ἐχέτω εἰς τὸ μνημεῖον τοῦτο ἢ εἰσενεν- | |
κεῖν νεκρὸν ἢ θεῖναι ἢ θάψαι ἢ ὀστᾶ τινος εἰσενενκεῖν πέρα ἐμοῦ τοῦ Ἐπικρά- | |
τους καὶ Λαιουίλλης τῆς γυναικός μου καὶ Τερτίας τῆς θυγατρός μου καὶ Κεσ- | |
τίας τῆς θυγατριδῆς μου. ἐὰν δέ τις παρὰ ταῦτα ποιήσῃ, ὑπεύθυνος ἔστω τυμ- | |
80 | βωρυχίᾳ. ἐὰν δέ τις τῶν ἐκ τῆς χρήσεως τῆς εἰς Κεστίαν ἐλθούσης τῶν ὑ- |
παρχόντων μοι καὶ καταλελειμμένοις τοῖς ἀπελευθερωθεῖσιν ἢ ἀλλά- | |
ξῃ τι ἢ μεταδιατάξῃ | |
B, back | {²Rückseite der Stele:}² |
83 | ἢ ἀπαλλοτριῶσαι θελήσῃ ἢ ὑποθέσθαι ἢ κακοτέχνως τι |
ποιῆσαι ὥστε ἐξαλλοτριωθῆναί τι τῶν ἐλθόντων εἰς αὐτόν, | |
85 | τὸ τοῦ θελήσαντος ἀπαλλοτριῶσαι ἔστω τῶν μὴ ἀπαλλοτριω- |
σάντων, ὥστε μένειν αὐτοῖς καὶ ἐγγόνων αὐτοῖς {²⁶αὐτῶν}²⁶ ἀνεξαλλοτρί- | |
ωτον εἰς αἰεὶ τὴν χρῆσιν. ἀγρείδιον τὸ ἐν Πατακτιβεαις τῆς Να- | |
κρασειτῶν, ὃ Λαιουίλλῃ τῇ γυναικί μου ἔδωκα εἰς χρῆσιν, | |
μετὰ τὴν χρῆσιν αὐτῆς προϋπεξῃρημένου καὶ καθωσιωμέ- | |
90 | νου κήπου, ἐν ᾧ τέθαπται Τερτία μου ἡ μήτηρ καὶ ὁ πρὸς μητρὸς |
θεῖος Σεκοῦνδος, ἐχέτω τὴν χρῆσιν καὶ τὴν ἐπιμέλειαν οἷς | |
ἂν ὁ κληρονόμος μου θελήσῃ δοῦναι ἐπὶ τοῖς αὐτοῖς δικαί- | |
οις οἷς καὶ τοῖς προσεδρεύουσιν τῷ τοῦ υἱοῦ μου Διοφάν- | |
του μνημείῳ δέδωκα. ἐὰν δὲ οἷς γέγραπφα ἢ διατετάκχα | |
95 | ὑπεναντίον τι γένηται {τι} ἄλλως τέ τι γένηται ἢ ὡς διατέτακ- |
[χ]α, ὁ ὑπεναντίον τούτοις τι ποιήσας ὑπόδικος ἔστω τυμβωρυ- | |
[χί]ᾳ, καὶ οὐδὲν ἧσσον θεοὺς σχοίῃ ἐπουρανίους τε καὶ ἐπιγεί- | |
ους καὶ ἐναλίους καὶ καταχθονίους καὶ ἥρωας κεχολωμέ- | |
νους καὶ ἀνεξειλάστους καὶ μήτε αὐτῷ μήτε γενεᾷ μήτε γέ- | |
100 | νει ἀὴρ καθαρὸς ἢ ὑγιεινὸς μήτε γῆ κάρπιμος ἢ βάσιμος μήτε |
ἐφικτὴ χώρα ἢ θάλασσα πλωτὴ μήτε οἶκος ἑδραῖος μήτε ἔγ- | |
γονοι ἢ διάδοχοι γνήσιοι, πρόσρειζα δὲ καὶ πανόλεθρα ἀρθεί- | |
ῃ καὶ ἀφανισθείῃ πάντα τοῖς παραβᾶσι καὶ ἀκυρώσασίν μου τὴν | |
προγεγραμμένην διάταξιν. κεῖνται δὲ καὶ ἕτεραι ἀραὶ τοῖς πα- | |
105 | ραβᾶσι τὴν διάταξίν μου ταύτην. εἰς δὲ τὸ κατάγειον μνημεῖ- |
ον τὸ ἐν τῷ ἄλσει ἐχέτωσαν ἐξουσίαν οἱ ἀπελεύθεροί μου καὶ | |
οἱ ἀπ’ Εὐνόμου καταγόμενοι καὶ προσεδρεύοντες τῷ μνη- | |
μείῳ ὀστᾶ τιθέναι τῶν καμόντων. παρακαλῶ τὸν κληρο- | |
νόμον καὶ παραινῶ αὐτῷ ἔχειν ἐπὶ τῆς οἰκίας καὶ μένειν | |
110 | θέλουσαν Λαιουίλλαν τὴν γυναῖκά μου συνλημψομέ- |
νην αὐτῷ καὶ συνπρονοήσουσαν καὶ σύνβουλον ἐσομέ- | |
νην ἐπὶ τῷ συμφέροντι καὶ πρέποντι. ὁμοίως παρακαλῶ | |
τὸν κληρονόμον ἔχειν ἐν παραθήκῃ Μητρᾶν τὸν πρό- | |
γονόν μου καὶ προνοῆσαι αὐτοῦ τῆς εὐσχημοσύνης | |
115 | ἀξίως ἐμοῦ τὸν τῆς ζωῆς αὐτοῦ χρόνον. |
Ἐπικράτης Ἐπικράτους διατέθειμαι. |