[ ] Mys./Lyd. — Nakrason — Dönertaş, NE of — 1st c. AD (1st half?) — SbWien 265,1 (1969) 7, 1
A, front.1 καὶ τάφρον ἀπὸ δυσμῆς ἥτις ἐστὶν ὅρος τοῦ προγε-
γραμμένου ἐλαιῶνος, ὧν γείτονες Ἀνδρόνεικος Ἑρμο-
δώρου καὶ Ἐπικράτης Διοφάντου Θυατειρηνοί. ὁμοίως ἀφώρι-
σα καὶ συνκαθωσίωσα τῷ μνημείῳ ἀμπέλων πλέθρα πέντε
5 εἴτε πλείονά ἐστιν τὰ λεγόμενα Κυλλινα, ὧν γείτονες ἀνατο-
λῆς Ἐπικράτης Διοφάντου Θυατειρηνός, βορήου Μηνοφάντου τοῦ
Διονυσίου Νακρασείτου ἄμπελοι φερνῷαι, μεσημβρίας καὶ δυσ-
μῆς ῥύαξ, αἵτινες ἄμπελοι ὅρον ἕξουσι τάφρον ἀπ’ ἀνατολῆς
τὴν δεχομένην καὶ διεξοχετεύουσαν ἐκ τῶν τοῦ Μηνοφάντου
10 ἀμπέλων τὸ καταφερόμενον ἐξ αὐτῶν ὕδωρ ἐπὶ τὸ χείμαρρον
ὑποκείμενον ῥεῖθρον. ὁμοίως ἀφώρισα καὶ συνκαθωσίωσα τῷ μνημεί-
ῳ ἕτερον ἐλαιῶνα τὸν λεγόμενον Μαξίμου, οὗ γείτονες ἀπ’ ἀνατολῆς
ὁδὸς ἀπὸ Τιββων φέρουσα ἐπὶ Δεσκυλείου, βορήου Ἀπολλωνίου Κνεί-
σωνος γενηθεῖσαι ἄμπελοι, δυσμῆς Τίτος Λουκίου Θυατειρηνός. ὁμοί-
15 ως ἀφώρισα καὶ συνκαθωσίωσα τῷ μνημείῳ ἐν τῇ αὐτῇ κώμῃ ἐν τῷ πεδί-
ῳ ψειλῆς χώρας πλέθρα ἑπτὰ τὰ καλούμενα Πτελεῶνα καὶ ἄλλα ἐν
[τ]ῷ αὐτῷ πεδίῳ ψειλῆς χώρας πλέθρα ἓξ τὰ λεγόμενα Κορμου, ὧν χωρῶν
[γ]είτονες τοῦ μὲν Πτελεῶνος βορήῳ Ἐπικράτης Διοφάντου, ἀνατολῆς
καὶ μεσημβρίας Ἀνδρόνεικος Ἑρμοδώρου, δυσμῆς Τιββη, τῆς δὲ ἑτέρας
20 χώρας γείτονες ἀνατολῆς Ἐπικράτης Διοφάντου, βορήῳ καὶ μεσημβρί-
ᾳ καὶ δυσμῇ Ἀνδρόνεικος Ἑρμοδώρου.  ὑπὲρ ὧν χωρῶν ψειλῶν καὶ ἐν-
δένδρων καὶ ἀμπέλων καὶ τῶν προγεγραμμένων πάντων καὶ συν-
καθωσιωμένων τῷ μνημείῳ δώσει ἐπ’ ἐνιαυτῷ εἰς φίσκον ἁπλῆς οὐν-
κίας ὁ διακατέχων καὶ νεμόμενος καὶ τὴν ἐξ αὐτῶν πρόσοδον βασ-
25 τάζων δραχμὰς δέκα δύο εἰς Νάκρασον, ἀρχόμενος διδόναι ὅταν καρπὸν
ἀνέληται.   καὶ τὰ νῦν δὲ βούλομαι τὸν κληρονόμον μου γεινώσκειν τούς
τε μετὰ ταῦτα ἐσομένους διαδόχους ὡς τὸ ἄλσος τοῦτο καὶ ἡ ἀπὸ μεσημβρί-
ας χώρα προσκειμένη τῷ ἄλσει καὶ τὸ λεγόμενον Πλινθούλκιον καὶ ὁ ὑπερ-
κείμενος ἐλαιὼν καὶ ὁ ἕτερος ἐλαιὼν λεγόμενος Μαξίμου καὶ αἱ ἄμπελοι
30 αἱ λεγόμεναι Κυλλινα καὶ ἐν τῷ πεδίῳ ψειλαὶ χῶραι, ἡ μὲν λεγομένη Πτελε-
ών, ἑτέρα δὲ ἡ καλουμένη Κορμου, μέχρις ὧν σεσημείωμαι ὅρων, ταῦτα
πάντα ἀφώρισται καὶ ἀνεῖται καὶ συνκαθωσίωται τῷ μνημείῳ καὶ ἥρωι Διοφάν-
τῳ, καὶ ὅτι τοῦτο οὐ μόνον κατὰ τὴν φιλότεκνόν μου προαίρεσιν, ἀλλὰ
καὶ ὀνείροις καὶ σημείοις καὶ φαντάσμασιν αὐτοῦ μοι τοῦ ἥρωος
35 ἐναργῶς πολλάκις ἐπιφοιτῶντος ἀφορισθῆναι αὐτῷ μέρη προετράπην ἀφο-
ρίσαι αὐτῷ τὰ προγεγραμμένα. ὧν οὕτως ἐχόντων οὐδένα βουλόμενος
πλανηθῆναι τῶν μετὰ ταῦτα διαδόχων καὶ ἐξαμαρτεῖν εἰς θεοὺς καὶ ἀ-
σεβῆ[σ]αι, δῆλον αὐτοῖς καὶ ἐνφανὲς ἐβουλήθην ποιῆσαι τοῦτο, ὅθεν τού-
των τῶν ἀφωρισμένων καὶ συνκαθωσιωμένων τῷ μνημείῳ καὶ ἥρωι
40 Διοφάντῳ μόνην ἐμαυτῷ τὴν συνκεχωρημένην διάταξιν ἐπέτρεψα.
βούλομαι τοιγαροῦν τούτου τοῦ μνημείου καὶ τῶν προσκυρούντων
πάντων τῷ μνημείῳ τὴν ἐπιμέλειαν καὶ τὴν ἐξ αὐτῶν πρόσοδον εἶ-
ναι Τελεσφόρου καὶ Εὐνόμου τῶν ἀπελευθέρων μου, ἐφ’ ᾧ μέχρις οὗ
ζῶσιν τὴν ἐκ τῶν προγεγραμμένων πρόσοδον βαστάζοντες προνοήσου-
45 σι<ν> τῶν οἰκοδομημάτων καὶ τῆς διαμονῆς αὐτῶν καὶ θεραπείας πάντων
καὶ τοῦ ἄλσους καὶ τῶν ἀνειμένων καὶ συνκαθωσιωμένων τῷ μνημεί-
ῳ. ἐὰν δέ τι πέσῃ τῶν οἰκοδομημάτων ἢ τῶν περικειμένων τοίχων
τῷ μνημείῳ καὶ τῷ ἄλσει, τοῦτο ὀρθώσουσιν ὁ Τελέσφορος καὶ ὀ Εὔνο-
μος ἐξ ὧν βαστάζουσιν προσόδων. ῥοδίσουσιν δὲ ὁ Τελέσφορος καὶ ὀ Εὔνο-
50 μος ἐπὶ τὸ μνημεῖον μὴ ἔλασσον δαπανῶντες εἰς ῥόδα δηναρίων εἴκο-
σι πέντε, ποιοῦντες τοῦτο ἐπάνανκες εἰς τὴν τοῦ ἥρωος θρησκείαν.
μετὰ δὲ τὴν τοῦ Τελεσφόρου τελευτὴν βούλομαι τὴν ἐπιμέλειαν καὶ
κηδεμονίαν καὶ πρόσοδον τῶν συνκαθωσιωμένων τῷ μνημείῳ ἐπὶ
τοῖς προγεγραμμένοις δικαίοις εἶναι Εὐνόμου τοῦ ἀπελευθέρου μου, μ[ε]-
55 τὰ δὲ τὴν τοῦ Εὐνόμου τελευτὴν ἐγγόνων τοῦ Εὐνόμου ἐπὶ τοῖς α[ὐ]-
τοῖς δικαίοις, ἐάν τε ἀπ’ ἀρρένων, ἐάν τε ἀπὸ θηλείων καταλείπῃ ἐγγόνου[ς],
μετὰ δὲ τοὺς τοῦ Εὐνόμου ἐγγόνους, ἐάν τε ἀπ’ ἀρρένων, ἐάν τε ἀπὸ θηλείων
περιῶσιν, τῶν τούτων ἐγγόνων, ὥστε προβαίνειν τὴν διαδοχὴν εἰς αἰεὶ ἀπὸ ὀ-
νόματος τοῦ Εὐνόμου καὶ ὀνομάζεσθαι, μηδενὸς ἔχοντος ἐξουσίαν τὴν ἐπι-
60 βάλλουσαν αὐτῷ πρόσοδον ἐκ τῶν καθωσιωμένων τῷ μνημείῳ καὶ τῷ ἥ-
ρωι μήτε ἀλλάξαι μήτε μεταδιατάξαι ἢ μισθῶσαι ἢ ὑποθέσθαι ἢ ἀνθ’ ἑαυ-
τοῦ ἕτερον κακοτέχνως εἰσαγαγεῖν εἰς τὸ δίκαιον τῆς προσόδου ἢ τῆς κυ-
ριήας τῶν συνκαθωσιωμένων τῷ μνημείῳ.   διά τε τοῦτο βούλομαι τὴν διά-
ταξιν ταύτην μου ἐνχαραχθῆναι στήλλῃ {²⁶στήλῃ}²⁶ λιθίνῃ εὐσήμοις γράμμασιν
65 καὶ τεθῆναι πρὸ τοῦ μνημείου ἐν τῷ ἄλσει, τίνες τε οἱ πρῶτοι καὶ τίνες μετὰ ταῦ-
τα καὶ τίνων οἱ διαδεξάμενοι καὶ λαβόντες, ἵνα τὰ ὀνόματα τῶν διαδεχο-
μένων ἐνχαράσσηται, ὥστε τῶν βασμῶν τὴν διαδοχὴν μήκει τοῦ χρόνου μὴ ἀ-
μαυρωθῆναι μηδέ τινα ἀλλότριον εἰσελθεῖν δύνασθαι εἰς τὸ δίκαιον
τοῦτο.   ἐὰν δέ τις ἐπιχειρήσει τὸ ἴδιον μέρος τῆς προσόδου καθ’ ὁνδήπο-
70 τε οὖν τρόπον ἐξαλλοτριῶσαι, στερέσθω μὲν τοῦ ἐπιβάλλοντος αὐτῷ δι-
καίου· τὸ δὲ δίκαιον αὐτοῦ ἔστω τῶν μὴ ἐξαλλοτριωσάντων. ἐὰν δὲ πάντες
ἀπαλλοτριώσουσίν μου τὴν διάταξιν ἄλλως τέ τι γένηται ἢ ὡς διατέτακ-
χα, τότε οἱ ἔνγιστά μου γένους ἐνχειρισάτωσαν ἐπὶ τοῖς αὐτοῖς δικαίοις,
οἷς διέταξα, οἷς ἂν νομίσωσιν ἐπιτηδείοις εἶναι.   μηδέ τις ἐξουσίαν ἐχέτω
75 ἐκ τοῦ ἄλσους ἐξελεῖν δένδρον ἢ ἐκκόψαι ἐπὶ μηδεμιᾷ προφάσει ἢ πα-
ρευρέσει.   ὁμοίως μηδ’ ἐξουσίαν τις ἐχέτω εἰς τὸ μνημεῖον τοῦτο ἢ εἰσενεν-
κεῖν νεκρὸν ἢ θεῖναι ἢ θάψαι ἢ ὀστᾶ τινος εἰσενενκεῖν πέρα ἐμοῦ τοῦ Ἐπικρά-
τους καὶ Λαιουίλλης τῆς γυναικός μου καὶ Τερτίας τῆς θυγατρός μου καὶ Κεσ-
τίας τῆς θυγατριδῆς μου. ἐὰν δέ τις παρὰ ταῦτα ποιήσῃ, ὑπεύθυνος ἔστω τυμ-
80 βωρυχίᾳ.   ἐὰν δέ τις τῶν ἐκ τῆς χρήσεως τῆς εἰς Κεστίαν ἐλθούσης τῶν ὑ-
παρχόντων μοι καὶ καταλελειμμένοις τοῖς ἀπελευθερωθεῖσιν ἢ ἀλλά-
                               ξῃ τι ἢ μεταδιατάξῃ
B, back {²Rückseite der Stele:}²
83 ἢ ἀπαλλοτριῶσαι θελήσῃ ἢ ὑποθέσθαι ἢ κακοτέχνως τι
ποιῆσαι ὥστε ἐξαλλοτριωθῆναί τι τῶν ἐλθόντων εἰς αὐτόν,
85 τὸ τοῦ θελήσαντος ἀπαλλοτριῶσαι ἔστω τῶν μὴ ἀπαλλοτριω-
σάντων, ὥστε μένειν αὐτοῖς καὶ ἐγγόνων αὐτοῖς {²⁶αὐτῶν}²⁶ ἀνεξαλλοτρί-
ωτον εἰς αἰεὶ τὴν χρῆσιν.   ἀγρείδιον τὸ ἐν Πατακτιβεαις τῆς Να-
κρασειτῶν, ὃ Λαιουίλλῃ τῇ γυναικί μου ἔδωκα εἰς χρῆσιν,
μετὰ τὴν χρῆσιν αὐτῆς προϋπεξῃρημένου καὶ καθωσιωμέ-
90 νου κήπου, ἐν ᾧ τέθαπται Τερτία μου ἡ μήτηρ καὶ ὁ πρὸς μητρὸς
θεῖος Σεκοῦνδος, ἐχέτω τὴν χρῆσιν καὶ τὴν ἐπιμέλειαν οἷς
ἂν ὁ κληρονόμος μου θελήσῃ δοῦναι ἐπὶ τοῖς αὐτοῖς δικαί-
οις οἷς καὶ τοῖς προσεδρεύουσιν τῷ τοῦ υἱοῦ μου Διοφάν-
του μνημείῳ δέδωκα.   ἐὰν δὲ οἷς γέγραπφα ἢ διατετάκχα
95 ὑπεναντίον τι γένηται {τι} ἄλλως τέ τι γένηται ἢ ὡς διατέτακ-
[χ]α, ὁ ὑπεναντίον τούτοις τι ποιήσας ὑπόδικος ἔστω τυμβωρυ-
[χί]ᾳ, καὶ οὐδὲν ἧσσον θεοὺς σχοίῃ ἐπουρανίους τε καὶ ἐπιγεί-
ους καὶ ἐναλίους καὶ καταχθονίους καὶ ἥρωας κεχολωμέ-
νους καὶ ἀνεξειλάστους καὶ μήτε αὐτῷ μήτε γενεᾷ μήτε γέ-
100 νει ἀὴρ καθαρὸς ἢ ὑγιεινὸς μήτε γῆ κάρπιμος ἢ βάσιμος μήτε
ἐφικτὴ χώρα ἢ θάλασσα πλωτὴ μήτε οἶκος ἑδραῖος μήτε ἔγ-
γονοι ἢ διάδοχοι γνήσιοι, πρόσρειζα δὲ καὶ πανόλεθρα ἀρθεί-
ῃ καὶ ἀφανισθείῃ πάντα τοῖς παραβᾶσι καὶ ἀκυρώσασίν μου τὴν
προγεγραμμένην διάταξιν. κεῖνται δὲ καὶ ἕτεραι ἀραὶ τοῖς πα-
105 ραβᾶσι τὴν διάταξίν μου ταύτην.   εἰς δὲ τὸ κατάγειον μνημεῖ-
ον τὸ ἐν τῷ ἄλσει ἐχέτωσαν ἐξουσίαν οἱ ἀπελεύθεροί μου καὶ
οἱ ἀπ’ Εὐνόμου καταγόμενοι καὶ προσεδρεύοντες τῷ μνη-
μείῳ ὀστᾶ τιθέναι τῶν καμόντων.   παρακαλῶ τὸν κληρο-
νόμον καὶ παραινῶ αὐτῷ ἔχειν ἐπὶ τῆς οἰκίας καὶ μένειν
110 θέλουσαν Λαιουίλλαν τὴν γυναῖκά μου συνλημψομέ-
νην αὐτῷ καὶ συνπρονοήσουσαν καὶ σύνβουλον ἐσομέ-
νην ἐπὶ τῷ συμφέροντι καὶ πρέποντι. ὁμοίως παρακαλῶ
τὸν κληρονόμον ἔχειν ἐν παραθήκῃ Μητρᾶν τὸν πρό-
γονόν μου καὶ προνοῆσαι αὐτοῦ τῆς εὐσχημοσύνης
115 ἀξίως ἐμοῦ τὸν τῆς ζωῆς αὐτοῦ χρόνον.
      Ἐπικράτης Ἐπικράτους διατέθειμαι.
Search Help
Contact Us