[ ]
Mys./Lyd. — Nakrason — Dönertaş, NE of — 1st c. AD (1st half?) — SbWien 265,1 (1969) 7, 1
| A, front.1 | καὶ τάφρον ἀπὸ δυσμῆς ἥτις ἐστὶν ὅρος τοῦ προγε- |
| γραμμένου ἐλαιῶνος, ὧν γείτονες Ἀνδρόνεικος Ἑρμο- | |
| δώρου καὶ Ἐπικράτης Διοφάντου Θυατειρηνοί. ὁμοίως ἀφώρι- | |
| σα καὶ συνκαθωσίωσα τῷ μνημείῳ ἀμπέλων πλέθρα πέντε | |
| 5 | εἴτε πλείονά ἐστιν τὰ λεγόμενα Κυλλινα, ὧν γείτονες ἀνατο- |
| λῆς Ἐπικράτης Διοφάντου Θυατειρηνός, βορήου Μηνοφάντου τοῦ | |
| Διονυσίου Νακρασείτου ἄμπελοι φερνῷαι, μεσημβρίας καὶ δυσ- | |
| μῆς ῥύαξ, αἵτινες ἄμπελοι ὅρον ἕξουσι τάφρον ἀπ’ ἀνατολῆς | |
| τὴν δεχομένην καὶ διεξοχετεύουσαν ἐκ τῶν τοῦ Μηνοφάντου | |
| 10 | ἀμπέλων τὸ καταφερόμενον ἐξ αὐτῶν ὕδωρ ἐπὶ τὸ χείμαρρον |
| ὑποκείμενον ῥεῖθρον. ὁμοίως ἀφώρισα καὶ συνκαθωσίωσα τῷ μνημεί- | |
| ῳ ἕτερον ἐλαιῶνα τὸν λεγόμενον Μαξίμου, οὗ γείτονες ἀπ’ ἀνατολῆς | |
| ὁδὸς ἀπὸ Τιββων φέρουσα ἐπὶ Δεσκυλείου, βορήου Ἀπολλωνίου Κνεί- | |
| σωνος γενηθεῖσαι ἄμπελοι, δυσμῆς Τίτος Λουκίου Θυατειρηνός. ὁμοί- | |
| 15 | ως ἀφώρισα καὶ συνκαθωσίωσα τῷ μνημείῳ ἐν τῇ αὐτῇ κώμῃ ἐν τῷ πεδί- |
| ῳ ψειλῆς χώρας πλέθρα ἑπτὰ τὰ καλούμενα Πτελεῶνα καὶ ἄλλα ἐν | |
| [τ]ῷ αὐτῷ πεδίῳ ψειλῆς χώρας πλέθρα ἓξ τὰ λεγόμενα Κορμου, ὧν χωρῶν | |
| [γ]είτονες τοῦ μὲν Πτελεῶνος βορήῳ Ἐπικράτης Διοφάντου, ἀνατολῆς | |
| καὶ μεσημβρίας Ἀνδρόνεικος Ἑρμοδώρου, δυσμῆς Τιββη, τῆς δὲ ἑτέρας | |
| 20 | χώρας γείτονες ἀνατολῆς Ἐπικράτης Διοφάντου, βορήῳ καὶ μεσημβρί- |
| ᾳ καὶ δυσμῇ Ἀνδρόνεικος Ἑρμοδώρου. ὑπὲρ ὧν χωρῶν ψειλῶν καὶ ἐν- | |
| δένδρων καὶ ἀμπέλων καὶ τῶν προγεγραμμένων πάντων καὶ συν- | |
| καθωσιωμένων τῷ μνημείῳ δώσει ἐπ’ ἐνιαυτῷ εἰς φίσκον ἁπλῆς οὐν- | |
| κίας ὁ διακατέχων καὶ νεμόμενος καὶ τὴν ἐξ αὐτῶν πρόσοδον βασ- | |
| 25 | τάζων δραχμὰς δέκα δύο εἰς Νάκρασον, ἀρχόμενος διδόναι ὅταν καρπὸν |
| ἀνέληται. καὶ τὰ νῦν δὲ βούλομαι τὸν κληρονόμον μου γεινώσκειν τούς | |
| τε μετὰ ταῦτα ἐσομένους διαδόχους ὡς τὸ ἄλσος τοῦτο καὶ ἡ ἀπὸ μεσημβρί- | |
| ας χώρα προσκειμένη τῷ ἄλσει καὶ τὸ λεγόμενον Πλινθούλκιον καὶ ὁ ὑπερ- | |
| κείμενος ἐλαιὼν καὶ ὁ ἕτερος ἐλαιὼν λεγόμενος Μαξίμου καὶ αἱ ἄμπελοι | |
| 30 | αἱ λεγόμεναι Κυλλινα καὶ ἐν τῷ πεδίῳ ψειλαὶ χῶραι, ἡ μὲν λεγομένη Πτελε- |
| ών, ἑτέρα δὲ ἡ καλουμένη Κορμου, μέχρις ὧν σεσημείωμαι ὅρων, ταῦτα | |
| πάντα ἀφώρισται καὶ ἀνεῖται καὶ συνκαθωσίωται τῷ μνημείῳ καὶ ἥρωι Διοφάν- | |
| τῳ, καὶ ὅτι τοῦτο οὐ μόνον κατὰ τὴν φιλότεκνόν μου προαίρεσιν, ἀλλὰ | |
| καὶ ὀνείροις καὶ σημείοις καὶ φαντάσμασιν αὐτοῦ μοι τοῦ ἥρωος | |
| 35 | ἐναργῶς πολλάκις ἐπιφοιτῶντος ἀφορισθῆναι αὐτῷ μέρη προετράπην ἀφο- |
| ρίσαι αὐτῷ τὰ προγεγραμμένα. ὧν οὕτως ἐχόντων οὐδένα βουλόμενος | |
| πλανηθῆναι τῶν μετὰ ταῦτα διαδόχων καὶ ἐξαμαρτεῖν εἰς θεοὺς καὶ ἀ- | |
| σεβῆ[σ]αι, δῆλον αὐτοῖς καὶ ἐνφανὲς ἐβουλήθην ποιῆσαι τοῦτο, ὅθεν τού- | |
| των τῶν ἀφωρισμένων καὶ συνκαθωσιωμένων τῷ μνημείῳ καὶ ἥρωι | |
| 40 | Διοφάντῳ μόνην ἐμαυτῷ τὴν συνκεχωρημένην διάταξιν ἐπέτρεψα. |
| βούλομαι τοιγαροῦν τούτου τοῦ μνημείου καὶ τῶν προσκυρούντων | |
| πάντων τῷ μνημείῳ τὴν ἐπιμέλειαν καὶ τὴν ἐξ αὐτῶν πρόσοδον εἶ- | |
| ναι Τελεσφόρου καὶ Εὐνόμου τῶν ἀπελευθέρων μου, ἐφ’ ᾧ μέχρις οὗ | |
| ζῶσιν τὴν ἐκ τῶν προγεγραμμένων πρόσοδον βαστάζοντες προνοήσου- | |
| 45 | σι<ν> τῶν οἰκοδομημάτων καὶ τῆς διαμονῆς αὐτῶν καὶ θεραπείας πάντων |
| καὶ τοῦ ἄλσους καὶ τῶν ἀνειμένων καὶ συνκαθωσιωμένων τῷ μνημεί- | |
| ῳ. ἐὰν δέ τι πέσῃ τῶν οἰκοδομημάτων ἢ τῶν περικειμένων τοίχων | |
| τῷ μνημείῳ καὶ τῷ ἄλσει, τοῦτο ὀρθώσουσιν ὁ Τελέσφορος καὶ ὀ Εὔνο- | |
| μος ἐξ ὧν βαστάζουσιν προσόδων. ῥοδίσουσιν δὲ ὁ Τελέσφορος καὶ ὀ Εὔνο- | |
| 50 | μος ἐπὶ τὸ μνημεῖον μὴ ἔλασσον δαπανῶντες εἰς ῥόδα δηναρίων εἴκο- |
| σι πέντε, ποιοῦντες τοῦτο ἐπάνανκες εἰς τὴν τοῦ ἥρωος θρησκείαν. | |
| μετὰ δὲ τὴν τοῦ Τελεσφόρου τελευτὴν βούλομαι τὴν ἐπιμέλειαν καὶ | |
| κηδεμονίαν καὶ πρόσοδον τῶν συνκαθωσιωμένων τῷ μνημείῳ ἐπὶ | |
| τοῖς προγεγραμμένοις δικαίοις εἶναι Εὐνόμου τοῦ ἀπελευθέρου μου, μ[ε]- | |
| 55 | τὰ δὲ τὴν τοῦ Εὐνόμου τελευτὴν ἐγγόνων τοῦ Εὐνόμου ἐπὶ τοῖς α[ὐ]- |
| τοῖς δικαίοις, ἐάν τε ἀπ’ ἀρρένων, ἐάν τε ἀπὸ θηλείων καταλείπῃ ἐγγόνου[ς], | |
| μετὰ δὲ τοὺς τοῦ Εὐνόμου ἐγγόνους, ἐάν τε ἀπ’ ἀρρένων, ἐάν τε ἀπὸ θηλείων | |
| περιῶσιν, τῶν τούτων ἐγγόνων, ὥστε προβαίνειν τὴν διαδοχὴν εἰς αἰεὶ ἀπὸ ὀ- | |
| νόματος τοῦ Εὐνόμου καὶ ὀνομάζεσθαι, μηδενὸς ἔχοντος ἐξουσίαν τὴν ἐπι- | |
| 60 | βάλλουσαν αὐτῷ πρόσοδον ἐκ τῶν καθωσιωμένων τῷ μνημείῳ καὶ τῷ ἥ- |
| ρωι μήτε ἀλλάξαι μήτε μεταδιατάξαι ἢ μισθῶσαι ἢ ὑποθέσθαι ἢ ἀνθ’ ἑαυ- | |
| τοῦ ἕτερον κακοτέχνως εἰσαγαγεῖν εἰς τὸ δίκαιον τῆς προσόδου ἢ τῆς κυ- | |
| ριήας τῶν συνκαθωσιωμένων τῷ μνημείῳ. διά τε τοῦτο βούλομαι τὴν διά- | |
| ταξιν ταύτην μου ἐνχαραχθῆναι στήλλῃ {²⁶στήλῃ}²⁶ λιθίνῃ εὐσήμοις γράμμασιν | |
| 65 | καὶ τεθῆναι πρὸ τοῦ μνημείου ἐν τῷ ἄλσει, τίνες τε οἱ πρῶτοι καὶ τίνες μετὰ ταῦ- |
| τα καὶ τίνων οἱ διαδεξάμενοι καὶ λαβόντες, ἵνα τὰ ὀνόματα τῶν διαδεχο- | |
| μένων ἐνχαράσσηται, ὥστε τῶν βασμῶν τὴν διαδοχὴν μήκει τοῦ χρόνου μὴ ἀ- | |
| μαυρωθῆναι μηδέ τινα ἀλλότριον εἰσελθεῖν δύνασθαι εἰς τὸ δίκαιον | |
| τοῦτο. ἐὰν δέ τις ἐπιχειρήσει τὸ ἴδιον μέρος τῆς προσόδου καθ’ ὁνδήπο- | |
| 70 | τε οὖν τρόπον ἐξαλλοτριῶσαι, στερέσθω μὲν τοῦ ἐπιβάλλοντος αὐτῷ δι- |
| καίου· τὸ δὲ δίκαιον αὐτοῦ ἔστω τῶν μὴ ἐξαλλοτριωσάντων. ἐὰν δὲ πάντες | |
| ἀπαλλοτριώσουσίν μου τὴν διάταξιν ἄλλως τέ τι γένηται ἢ ὡς διατέτακ- | |
| χα, τότε οἱ ἔνγιστά μου γένους ἐνχειρισάτωσαν ἐπὶ τοῖς αὐτοῖς δικαίοις, | |
| οἷς διέταξα, οἷς ἂν νομίσωσιν ἐπιτηδείοις εἶναι. μηδέ τις ἐξουσίαν ἐχέτω | |
| 75 | ἐκ τοῦ ἄλσους ἐξελεῖν δένδρον ἢ ἐκκόψαι ἐπὶ μηδεμιᾷ προφάσει ἢ πα- |
| ρευρέσει. ὁμοίως μηδ’ ἐξουσίαν τις ἐχέτω εἰς τὸ μνημεῖον τοῦτο ἢ εἰσενεν- | |
| κεῖν νεκρὸν ἢ θεῖναι ἢ θάψαι ἢ ὀστᾶ τινος εἰσενενκεῖν πέρα ἐμοῦ τοῦ Ἐπικρά- | |
| τους καὶ Λαιουίλλης τῆς γυναικός μου καὶ Τερτίας τῆς θυγατρός μου καὶ Κεσ- | |
| τίας τῆς θυγατριδῆς μου. ἐὰν δέ τις παρὰ ταῦτα ποιήσῃ, ὑπεύθυνος ἔστω τυμ- | |
| 80 | βωρυχίᾳ. ἐὰν δέ τις τῶν ἐκ τῆς χρήσεως τῆς εἰς Κεστίαν ἐλθούσης τῶν ὑ- |
| παρχόντων μοι καὶ καταλελειμμένοις τοῖς ἀπελευθερωθεῖσιν ἢ ἀλλά- | |
| ξῃ τι ἢ μεταδιατάξῃ | |
| B, back | {²Rückseite der Stele:}² |
| 83 | ἢ ἀπαλλοτριῶσαι θελήσῃ ἢ ὑποθέσθαι ἢ κακοτέχνως τι |
| ποιῆσαι ὥστε ἐξαλλοτριωθῆναί τι τῶν ἐλθόντων εἰς αὐτόν, | |
| 85 | τὸ τοῦ θελήσαντος ἀπαλλοτριῶσαι ἔστω τῶν μὴ ἀπαλλοτριω- |
| σάντων, ὥστε μένειν αὐτοῖς καὶ ἐγγόνων αὐτοῖς {²⁶αὐτῶν}²⁶ ἀνεξαλλοτρί- | |
| ωτον εἰς αἰεὶ τὴν χρῆσιν. ἀγρείδιον τὸ ἐν Πατακτιβεαις τῆς Να- | |
| κρασειτῶν, ὃ Λαιουίλλῃ τῇ γυναικί μου ἔδωκα εἰς χρῆσιν, | |
| μετὰ τὴν χρῆσιν αὐτῆς προϋπεξῃρημένου καὶ καθωσιωμέ- | |
| 90 | νου κήπου, ἐν ᾧ τέθαπται Τερτία μου ἡ μήτηρ καὶ ὁ πρὸς μητρὸς |
| θεῖος Σεκοῦνδος, ἐχέτω τὴν χρῆσιν καὶ τὴν ἐπιμέλειαν οἷς | |
| ἂν ὁ κληρονόμος μου θελήσῃ δοῦναι ἐπὶ τοῖς αὐτοῖς δικαί- | |
| οις οἷς καὶ τοῖς προσεδρεύουσιν τῷ τοῦ υἱοῦ μου Διοφάν- | |
| του μνημείῳ δέδωκα. ἐὰν δὲ οἷς γέγραπφα ἢ διατετάκχα | |
| 95 | ὑπεναντίον τι γένηται {τι} ἄλλως τέ τι γένηται ἢ ὡς διατέτακ- |
| [χ]α, ὁ ὑπεναντίον τούτοις τι ποιήσας ὑπόδικος ἔστω τυμβωρυ- | |
| [χί]ᾳ, καὶ οὐδὲν ἧσσον θεοὺς σχοίῃ ἐπουρανίους τε καὶ ἐπιγεί- | |
| ους καὶ ἐναλίους καὶ καταχθονίους καὶ ἥρωας κεχολωμέ- | |
| νους καὶ ἀνεξειλάστους καὶ μήτε αὐτῷ μήτε γενεᾷ μήτε γέ- | |
| 100 | νει ἀὴρ καθαρὸς ἢ ὑγιεινὸς μήτε γῆ κάρπιμος ἢ βάσιμος μήτε |
| ἐφικτὴ χώρα ἢ θάλασσα πλωτὴ μήτε οἶκος ἑδραῖος μήτε ἔγ- | |
| γονοι ἢ διάδοχοι γνήσιοι, πρόσρειζα δὲ καὶ πανόλεθρα ἀρθεί- | |
| ῃ καὶ ἀφανισθείῃ πάντα τοῖς παραβᾶσι καὶ ἀκυρώσασίν μου τὴν | |
| προγεγραμμένην διάταξιν. κεῖνται δὲ καὶ ἕτεραι ἀραὶ τοῖς πα- | |
| 105 | ραβᾶσι τὴν διάταξίν μου ταύτην. εἰς δὲ τὸ κατάγειον μνημεῖ- |
| ον τὸ ἐν τῷ ἄλσει ἐχέτωσαν ἐξουσίαν οἱ ἀπελεύθεροί μου καὶ | |
| οἱ ἀπ’ Εὐνόμου καταγόμενοι καὶ προσεδρεύοντες τῷ μνη- | |
| μείῳ ὀστᾶ τιθέναι τῶν καμόντων. παρακαλῶ τὸν κληρο- | |
| νόμον καὶ παραινῶ αὐτῷ ἔχειν ἐπὶ τῆς οἰκίας καὶ μένειν | |
| 110 | θέλουσαν Λαιουίλλαν τὴν γυναῖκά μου συνλημψομέ- |
| νην αὐτῷ καὶ συνπρονοήσουσαν καὶ σύνβουλον ἐσομέ- | |
| νην ἐπὶ τῷ συμφέροντι καὶ πρέποντι. ὁμοίως παρακαλῶ | |
| τὸν κληρονόμον ἔχειν ἐν παραθήκῃ Μητρᾶν τὸν πρό- | |
| γονόν μου καὶ προνοῆσαι αὐτοῦ τῆς εὐσχημοσύνης | |
| 115 | ἀξίως ἐμοῦ τὸν τῆς ζωῆς αὐτοῦ χρόνον. |
| Ἐπικράτης Ἐπικράτους διατέθειμαι. |