[ ]
Mys./Lyd. — Bakir, fd. at — 160 or 139 BC — OGIS 268
1 | βασιλεύοντος Ἀττάλου, πρώτου |
ἔτους, μηνὸς Ὑπερβερεταίου τεσσα- | |
ρεσκαιδεκάτηι· ἐπεὶ Ἀπολλώνιος Μελεά- | |
γρου ἐπιστάτης, προχειρισθεὶς ἐν τῶι | |
5 | τῆς πανηγύρεως χρόνωι ἀγωνοθέτης |
τῶν ἀχθέντων Βασιλείων καὶ εὐεργέτης | |
ὢν <ἐ>φιλαγάθησεν ἐμ πᾶσιν ἐκδεξάμενος | |
τάς τε πα<ρο>ύσας θεωρίας πρ<επ>όντως καὶ | |
τοὺς παρεπιδημοῦντας ξένους. καὶ πρότε- | |
10 | ρον δὲ στρατηγὸς τῆς πόλεως κατασταθεὶς |
ἀνεστράφη κατὰ τὸ δέον· ἐπήγγελται δὲ καὶ νῦν | |
ἀναθήσειν φιάλας δύο, ἑκατέραν ἀπὸ δραχμῶν | |
Ἀλεξανδρείων ἑκατόν· ἔδ[οξεν] ἐπαινέσαι τε αὐ- | |
τὸν καὶ στεφανῶσαι χρυσῶι στεφάνωι. εἶναι δὲ αὐ- | |
15 | τῶι καὶ σίτησιν ἐμ πρυτανή[ωι]. προσφέρεσθαι δὲ |
καὶ λιβανωτόν. καὶ τὰ δεδογμένα ἀναγράψαι εἰς | |
στήλην λευκοῦ λίθου καὶ ἀναθεῖναι ἐν τῆι | |
στοᾶι πρὸ τοῦ ἀρχείου· τὰ δὲ ἐσόμενα ἀναλώ- | |
ματα εἴς τε τὸν στέφανον καὶ εἰς τὴν | |
20 | στήλην προ<θ>έσ<θ>α<ι τ>ὸν τῆς πόλεως ταμίαν. |