[ ]
Mys./Lyd. — Stratonikeia (Siledik) — 127 AD — BCH 11.1887.108 — IGR 4.1156; Oliver 79-81
1 | Αὐτοκράτωρ Καῖσαρ θεοῦ Τραιαν[οῦ] |
Παρθικοῦ υἱὸς, θεοῦ Νέρουα υἱωνὸ[ς], | |
Τραιανὸς Ἁδριανὸς Σεβαστὸς ἀρχ̣[ιε]- | |
ρεὺς μέγιστος, δημαρχικῆς ἐξο[υσί]- | |
5 | ας τὸ ιαʹ, ὕπατος τὸ γʹ, Ἁδριανοπ̣[ο]- |
λ̣ειτῶν Στρατονεικέων τοῖς ἄρχο[υ]- | |
σι καὶ τῆι βουλῆι καὶ τῶι δήμωι χαίρει[ν]. | |
δίκαια ἀξιοῦν μοι δοκεῖτε καὶ ἀναγκαῖα ἄ[ρ]- | |
τι γεινομένῃ πόλει. τά τε οὖν τέλη τὰ ἐ[κ] | |
10 | τῆς χώρας δίδωμι ὑμεῖν καὶ τὴν οἰκίαν Τι[β]. |
Κλαυδίου Σωκ̣ράτους τὴν οὖσαν ἐν τῇ π[ό]- | |
λει ἢ ἐπισκευαζέτω Σωκράτης ἢ ἀποδό[σ]- | |
θω τινὶ τῶν ἐπιχωρίων ὡς μὴ χρόνῳ καὶ | |
ἀ̣μελίαι καταριφθείη. ταῦτα ἐπέστειλα καὶ [τῶι] | |
15 | [κ]ρατίστωι ἀνθυπάτωι Στερτινίωι Κουάρ[τωι] |
καὶ τῶι ἐπιτρόπωι μου Πομπηίωι Σεουή[ρωι]. | |
ἐπρέσβευσεν Κλ. Κάνδιδος ὧι τὸ ἐφόδι[ον] | |
δοθήτω εἰ μὴ προῖκα ὑπέσχηται. | |
εὐτυχεῖτε. καλανδαῖς Μαρτίαις ἀπὸ [Ῥώ]- | |
20 | μ̣ης. Κλ. Κάνδιδος ἀπέδωκα τὴν ἐπισ[το]- |
[λ]ὴν Λολλίῳ Ῥουστικῷ ἄρχοντι τῇ πρὸ αʹ ἰδ[ῶν] | |
Μαίων ἐν τῇ ἐκκλησίαι. | |
II.23 | Αὐτοκράτωρ Καῖσαρ, θεοῦ Τραιανοῦ Παρθ[ι]- |
κοῦ υἱὸς, θεοῦ Νέρουα υἱωνὸς, Τραιανὸς | |
25 | Ἁδριανὸς Σεβαστὸς, ἀρχιερεὺς μέγιστος, δη- |
μαρχικῆς ἐξουσίας τὸ ιαʹ, ὕπατος τὸ γʹ | |
Ἁδριανοπολιτῶν Στρατονικέων τοῖς ἄρχο[υ]- | |
σι καὶ τῆι βουλῆι καὶ τῶι δήμωι χαίρειν. | |
τοῖς ἐπισταλεῖσιν ὑφ’ ὑμῶν ἐντυχὼν ἔ- | |
30 | [μαθ]ον ὅτι χάριν ἠπίστασθε Ἀουιδίῳ Κυ[ιή]- |
τ̣ωι τῶι κρατίστωι ὡς εὖ ποιήσαντι ὑμᾶς | |
[κ]ατὰ τὸν τῆς ἀνθυ[π]ατείας χρόνον. | |
[ἐπρέ]σβευεν [Κ]λ. Κάνδιδος Ἰουλιανός. | |
[εὐ]τυχεῖτε. [πρὸ γʹ] ἰδῶν Φεβρουαρίων, | |
35 | [ἀπὸ Ῥώ]μης. [Κλ. Κ]άνδιδος Ἰουλιανὸς |
[ἀπ]έδω[κ]α τὴν ἐπιστολὴν Λολλίωι Ῥουσ[τι]- | |
κῷ ἄρχοντι τ[ῇ] πρὸ αʹ ἰδῶν Μαίων ἐν | |
τῆ[ι] ἐκκλησία[ι]. | |
III.39 | [Α]ὐτοκράτωρ Καῖσαρ, θε[ο]ῦ Τραιανοῦ Παρθι- |
40 | κοῦ υἱὸς, θεοῦ Νέρουα υἱωνὸς, Τραιανὸς Ἁ- |
[δ]ριανὸς Σεβαστὸς, ἀρχιερεὺς μέγιστος, δη- | |
[μ]αρχικῆς ἐξου[σί]ας τ[ὸ] ιαʹ, ὕπατος τὸ γʹ, | |
[Ἁδ]ριανοπολιτῶν Στρατονικέων τοῖς ἄρχου- | |
[σ]ι̣ καὶ τῆι βουλῆι καὶ τῶι δήμωι χαίρειν. | |
45 | [ἐ]νέτυχον τῶι ψηφίσματι ὑμῶν δι’ οὗ Κλαυ- |
[δί]ωι Κανδίδωι Ἰουλιανῶι χάριν ἠπίστασ- | |
[θε] ὡς φιλοτίμωι περὶ τὴν πόλιν. ἐπρεσβευ- | |
[σε]ν̣ Ἀπολλώνιος Φιλίππου. εὐτυχεῖτε. | |
[πρ]ὸ γʹ ἰδῶν Φεβρουαρίων ἀπὸ Ῥώμης. | |
50 | [Ἀ]πολλώνιος Φιλί[π]που ἀπέδωκα τὴν ἐπι[σ]- |
τολὴ̣ν̣ Λολλίωι Ῥουστικῶι ἄρχοντι τῆι πρ(ὸ) αʹ | |
ἰδῶν Μ̣αίων ἐν τῆι ἐκκλησίᾳ. | |
ἐπιμελ̣ηθ̣έντων Γ̣. Ἰουλ. Ἱππιανοῦ καὶ | |
Λολλίου [Ῥ]ο[υ]στικοῦ καὶ Γαίου Ἐπιλε- | |
55 | ․․Λ̣․ΚΤΟΥ. |