RA (1916,1) 354,10 RA (1916,1) 339,6
[ ] Paphl. — Sinope (Sinop) — 2nd c. AD — RA 1916:1.354,10 — Belleten 17.1953.158/171,12 — IAG 69; SEG 13.540, 16.750
1 Μ. Εἰούτιος Μαρκιανὸς Ῥοῦφος παράδοξος
Σινωπεὺς πύκτης, νεικήσας ἱεροὺς εἰσελαστικοὺς
ἀγῶνας· Ῥώμην Καπετώλεια γʹ κατὰ τὸ
ἑξῆς· Νέαν πόλιν βʹ· Ἄκτια βʹ πρῶτος καὶ
5 μόνος Σινωπέων· Νέμεια βʹ· Ἴσθμια βʹ·
Πύθια· Ὀλύμπια· Παναθήνεα πρῶτος Σι-
νωπέων· Ἀντιόχειαν γʹ πρῶτος καὶ μό-
νος τῶν ἀπὸ αἰῶνος ἀγενείων καὶ ἀν-
δρῶν ἡμέρᾳ μιᾷ· ἀνδρῶν Πύθια ἐν Ἀντιο-
10 χείᾳ· Νεικομήδειαν γʹ πρῶτος καὶ μό-
νος τῶν ἀπ’ αἰῶνος παίδων ἀγενείων ἀν-
δρῶν· Κοινὰ Ἀσίας Σμύρναν Πέργαμον Ἔφε-
σον· τὴν ἐξ Ἄργους ἀσ[πί]δα βʹ· Κοινὰ Ἀσίας
Σάρδις βʹ· Φιλαδέλφειαν βʹ· Τράλλεις βʹ· Ἱερὰν
15 πόλιν βʹ· Λαδίκεαν βʹ· Θυάτειρα βʹ· Μιτυλήνην βʹ·
Κοινὸν Πόντου βʹ· Κοινὸν Γαλατίας βʹ· Κοινὸν
Μακεδονίας· Κοινὸν Βειθυνίας· Νείκεαν βʹ· Κοινὸν
Καππαδοκίας· καὶ ἄλλ[ου]ς ἡμιταλαντιαίους ριʹ.
                    ρνʹ.
20 ἐκ δόγματος βουλῆς.
Search Help
Contact Us