[ ]
Paphl. — Sinope (Sinop) — 2nd-3rd c. AD — AJPh 27.1906.448,2 — BCH 44.1920.360,c — GVI 1809
1 | οὐ τάφος, ἀλλὰ λίθος, στήλη μό- |
νον· ἐστὶ δὲ σῆμα / | |
Ναρκίσσου, πολλὰς ὅς ποτ’ ἔ- | |
χεν χάριτας· / | |
5 | ἦν ἀγαθὸς καὶ πάντα καλός, |
φρεσὶ δ’ εἶχεν ἀληθῶς / | |
αὐτὴν τὴν Πυλίου Νέστορος | |
εὐεπίην. / | |
ὦ Φθόνε πανδαμάτωρ· καὶ γάρ σε | |
10 | κακῶς καταλέξω· / |
οὐκ αἰδῇ, τοίων ὀλλυμένων | |
μερόπων; / |