[ ] Paphl. — Sinope (Sinop) — 2nd-3rd c. AD — AJPh 27.1906.448,2 — BCH 44.1920.360,c — GVI 1809
1 οὐ τάφος, ἀλλὰ λίθος, στήλη μό-
νον· ἐστὶ δὲ σῆμα /
Ναρκίσσου, πολλὰς ὅς ποτ’ ἔ-
   χεν χάριτας· /
5 ἦν ἀγαθὸς καὶ πάντα καλός,
φρεσὶ δ’ εἶχεν ἀληθῶς /
αὐτὴν τὴν Πυλίου Νέστορος
      εὐεπίην. /
ὦ Φθόνε πανδαμάτωρ· καὶ γάρ σε
10     κακῶς καταλέξω· /
οὐκ αἰδῇ, τοίων ὀλλυμένων
       μερόπων; /
Search Help
Contact Us