[ ] Pont./Gal. — Şeyhmustafa
1 γράμματ’ ἐπιστά̣-
   μενος γνώσῃ
   τ̣ίνος οὗτος
    ὁ τύμβος. |
5 σοὶ μὲν ἐγὼ γαῖαν πολ-
λ̣ὴν ἐπέχευα θανούσῃ |
σῆμα τόδ’ ὑψώ[σα]ς καλ̣’,
Ἀκυλεῖνα πο[θεινή(?)], |
Φοῖβος σὸς γ[αμέτης]
10 στήλην τ’ ἔστησ’ [ὑπὲρ αὐτοῦ], |
ἢν δ’ ἐμὲ μοῖρ’ ὀλοὴ καθέ-
λῃ θάνατός τε κραταιός, | ❦
τίς μοὶ ταῦτ’ ἔρξει, τίνι δ’
ὕστατα ῥήματα λέξω, | ❦
15 τίς δ’ ἁδινὸν κλαύσας θρῆ-
[νόν τ’ ἐλεειν]ὸν ὕμνον τ̣ε | ἥ̣[σ]-
[ει; — — — — — — — — —]. |
Search Help
Contact Us