[ ]
Pont. — Amaseia (Amasya) — 515-518 AD — +BZ 65.1972.379
A.1 | ☩ ὁ τοῦ Χ(ριστο)ῦ ἀθλητὴς καὶ τῶν ἐπουρανίων πολί- |
της | Θεόδωρος ὁ τοῦδε τοῦ πολίσματος ἔφορος | |
Ἀ̣να̣στ̣ά̣σιον π̣ί̣θει̣ τ̣ὸν εὐσεβῆ τροπεοῦχον | |
εἱδρῦσε θ̣ρόνο̣ν ἱερῶν μυστηρίων ἐπώνυμον· | |
5 | ο̣ὗ̣περ λαχὼν Μάμας ὁ̣ κ̣αθαρότατος μύστης |
κινεῖ μὲν ἀεὶ τοῖς θεοτεύκτοις ἄσμασιν τὴν | |
γλῶτταν, | πληρ̣ῶν τῆς πνευματικῆς χορίας τόν̣- | |
δε τὸν τόπον, | ἕλ̣κ̣ι̣ δ̣ὲ φιλοφροσύν̣η̣ν̣ ὡ̣ς̣ ἑ̣αυτὸν ἁπάντ̣(ων)(?). ☩ | |
B.1 | ☩ ὁ ψήφῳ θ(εο)ῦ τῶν ὅλων κρατῶν Ἀναστάσιος εὐσεβὴς αὐτοκρά- |
τωρ τόνδε τὸν ἱερὸν χῶρον πολίζι, καὶ τὸ κάλλιον ἐνπνευσ- | |
θεὶς παρὰ τοῦ μάρτυρος ἐγίρει τῷ πολίσματει τεῖχος, | |
ἄσυλον μὲν ἐπὶ πᾶσιν ἣν πρῶτος αὐτὸς εἵδρυσεν | |
5 | ἀρχιερατικὴν καθέδραν τηρῶν, ἄξιον δὲ δῶρον θ(ε)ῷ προσ- |
ενέγκας καὶ μάρτυρας τῆς εὐσεβίας τοὺς εὖ παθόν- | |
τας πτωχούς· τοῦτον φυλάττοι Τριὰς ὁμοούσιος ἐν | |
τοῖς σκήπροις νικητὴν ἀναδικνύσα. ☩ |