[ ] Pont. — Amaseia (Amasya) — 515-518 AD — +BZ 65.1972.379
A.1 ☩ ὁ τοῦ Χ(ριστο)ῦ ἀθλητὴς καὶ τῶν ἐπουρανίων πολί-
της | Θεόδωρος ὁ τοῦδε τοῦ πολίσματος ἔφορος
Ἀ̣να̣στ̣ά̣σιον π̣ί̣θει̣ τ̣ὸν εὐσεβῆ τροπεοῦχον
εἱδρῦσε θ̣ρόνο̣ν ἱερῶν μυστηρίων ἐπώνυμον·
5 ο̣ὗ̣περ λαχὼν Μάμας ὁ̣ κ̣αθαρότατος μύστης
κινεῖ μὲν ἀεὶ τοῖς θεοτεύκτοις ἄσμασιν τὴν
γλῶτταν, | πληρ̣ῶν τῆς πνευματικῆς χορίας τόν̣-
δε τὸν τόπον, | ἕλ̣κ̣ι̣ δ̣ὲ φιλοφροσύν̣η̣ν̣ ὡ̣ς̣ ἑ̣αυτὸν ἁπάντ̣(ων)(?). ☩
B.1 ☩ ὁ ψήφῳ θ(εο)ῦ τῶν ὅλων κρατῶν Ἀναστάσιος εὐσεβὴς αὐτοκρά-
τωρ τόνδε τὸν ἱερὸν χῶρον πολίζι, καὶ τὸ κάλλιον ἐνπνευσ-
θεὶς παρὰ τοῦ μάρτυρος ἐγίρει τῷ πολίσματει τεῖχος,
ἄσυλον μὲν ἐπὶ πᾶσιν ἣν πρῶτος αὐτὸς εἵδρυσεν
5 ἀρχιερατικὴν καθέδραν τηρῶν, ἄξιον δὲ δῶρον θ(ε)ῷ προσ-
ενέγκας καὶ μάρτυρας τῆς εὐσεβίας τοὺς εὖ παθόν-
τας πτωχούς· τοῦτον φυλάττοι Τριὰς ὁμοούσιος ἐν
τοῖς σκήπροις νικητὴν ἀναδικνύσα. ☩
Search Help
Contact Us