[ ] Pont. — Neoklaudiopolis (Vezirköprü)
— — —
1 μαρτύριον ὀρθοῦ
βίου· ᾧ συνέζη-
σεν σεμνῶς, συν-
έκαμέν τε συνε-
5 τέκνωσέ[ν τε]· καὶ νῦν,
ὅτ’ ἔδει χάριτάς <γ>ε
λαβεῖν καμάτων
τε καὶ τέκνων,
λίπε μ’ ἐν καμά-
10 τοισι μόνον καὶ
νήπια τέκνα· ἧς οὔποτε λήσομ’
ἐγὼ κείνης καλ[ῶν] ἔργων· ᾗ, [τ]άλαν,
ἐν φ[θι]μένοισι
γε[γὼς] φιλότητ[ι] μιγείην.
Search Help
Contact Us