[ ] Pont. — Neoklaudiopolis (Vezirköprü), Area of — Tatarkale
1 συγκλητικοῖο
γένους ἀναβλα-
στήσαντα Ταυρί-
σκον, / ἐν βιότῳ
5 γεραρῷ κῦδος ἀει-
ράμενον, / ἠδ’ ἔτ’
Ἰουκοῦνδαν πε-
ρικαλλέα σώφρονα
κεδνήν, / κυδαλίμης
10 ἀρετῆς ἄνθεα στε-
ψαμένην, / καὶ νέ-
ον εὐσεβέην ἱε-
ροφάντην Πτολε-
μαῖον, / εὐγενίῃ
15 πρῶτον, θήραις
ἀγαλλόμενον, /
δέξατο Γῆ μήτηρ τρί-
α σώματα ἀμφ’ ἑνὶ τύμ̣-
βῳ / ἄνδρα γυναῖκα παῖδα
20 γεραροὺς ἐν βιότῳ. /
Search Help
Contact Us