[ ] Pont. — Therma Phazimoniton (Havsa) — 4th c. AD
1 [οὔ γε πάλαι Νυμφ]ῶν̣ ἱερὸς χορὸς ἤθελεν αὐτός
[εὐμενέως ναίειν τ]ά̣δε δώματα, οὐδὲ καὶ αὐτός
[χαῖρεν τῇδ’ οἰκῶ]ν̣ Ἀσκληπιός, ἀλλ’ ἅμα πάντες
[ἤσχαλλον· θάλ]αμοι γὰρ ἀκόσμητοι πάρος ἦσαν.
5 [ἤδη νῦν(?) Ἰό]β̣ινος —— τίς ἂν ᾖ προφερέστερος ἄλλω[ν]
[ἡγεμόνων; —— νεα(?)]ροῖς ἐνὶ δώμασι Νύμφας ἔπι[σ]εν
[συνναίειν Χαρίτε]σσιν —— σαοφροσύνης δ’ ἕνεκα σφῆ[ς]
[ὤπασε λουτρὰ γυν]α̣ιξὶ καὶ ἀνδράσιν ἄλλα καὶ ἄλλ[α],
[ἤδ’ ἔτι νάμασιν ἀμ]φοτέρην ἐκάθηρε κέλευθον.
10
Search Help
Contact Us