[ ] Pont. — Therma Phazimoniton (Havsa) — 4th c. AD
1 Νύμφαι ἀκοσμήτοις ἐνὶ δώμασι ναιετάουσαι
ἀχθόμεναι τὸ πάροιθεν ἐτ[ή]ρε̣ον ἀγλαὸν ὕδωρ,
ἤχθετο δ’ Ἥφεστος —— νῦν δ’ ὤπασε Ἰόβινος αὐταῖς
[ἡ]γ̣εμόνων ὄχ’ —— ἄριστος ἐπ’ εὐτύκτοις θαλάμοισιν
5 λυσιπόνοις Νύμφαισιν καλὸν στέφος, ὄφρα καὶ αὐταὶ
[ἱμ]ερ̣ταῖς γε ζῶσιν ἀγαλλόμεναι Χαριτεσσ<ι>ν.
Search Help
Contact Us