[ ] Pont. — Laodikeia (Ladik), Area of — Ahmetsaray
1 τὸν πάσης σοφίης καὶ ἀ-
ρετῆς κεκοσμημένον
ἄνδρα Ῥῆγλον ἅμα
δυεῖν τέκνοις ἐνθά-
5 δε γαῖ’ ἀμφεκάλυψε·
οὐνόματα δὲ τεκέ-
ων Ὀλυμπί<ο>ν Ἀκυλινά
τ<ε>, ὧν θεὸς γενέτης ψυ-
[χ]ὰς αὐτὸς ἀντελάβετ[ο]
10 μ̣ιμνημένος εὐσεβίης ἣ̣[ν]
[εἰ]ργάσαντο κατὰ κόσμ[ον]·
ἀνθ’ ὧν πτωχοὺς ἐνέ̣πλησα[ν]
ἀγαθῶν, φίλους τ’ ἐτίμη-
σαν, στοργῇ δὲ πολλῇ καὶ ἀ-
15 μιμήτῳ συνγενείην ἐφύλα-
ξαν καὶ πᾶσι βροτοῖς φιλο-
ξενίην ἀσμένως ἐπό-
θησαν. vv τὸν ποθινὸν καὶ
ἀσύνκριτον σύμβιον ἅμα
20 τοῖς γλυκυτάτοις τέκνοις
ἐλεϊνὴ Ἀκυλλία μνημονεύω·
τὸν προσκυνητὸν πατέρα [ἅμ]-
[α γ]λυκυτάτοις ἀδελφ[οῖς —]
[․․․] καὶ Ἀκυλῖνος ?μ[νημονεύ]-
25 [ομεν· τ]<ὸ>ν(?) ἐν πᾶσιν εὔ[στορ]-
[γο]ν καὶ γ̣νή<σ>ιον φίλον Ἰου̣[λι]-
ανὸς μνημονεύω.
Search Help
Contact Us