[ ]
Pont. — Laodikeia (Ladik), Area of — Ahmetsaray
1 | τὸν πάσης σοφίης καὶ ἀ- |
ρετῆς κεκοσμημένον | |
ἄνδρα Ῥῆγλον ἅμα | |
δυεῖν τέκνοις ἐνθά- | |
5 | δε γαῖ’ ἀμφεκάλυψε· |
οὐνόματα δὲ τεκέ- | |
ων Ὀλυμπί<ο>ν Ἀκυλινά | |
τ<ε>, ὧν θεὸς γενέτης ψυ- | |
[χ]ὰς αὐτὸς ἀντελάβετ[ο] | |
10 | μ̣ιμνημένος εὐσεβίης ἣ̣[ν] |
[εἰ]ργάσαντο κατὰ κόσμ[ον]· | |
ἀνθ’ ὧν πτωχοὺς ἐνέ̣πλησα[ν] | |
ἀγαθῶν, φίλους τ’ ἐτίμη- | |
σαν, στοργῇ δὲ πολλῇ καὶ ἀ- | |
15 | μιμήτῳ συνγενείην ἐφύλα- |
ξαν καὶ πᾶσι βροτοῖς φιλο- | |
ξενίην ἀσμένως ἐπό- | |
θησαν. vv τὸν ποθινὸν καὶ | |
ἀσύνκριτον σύμβιον ἅμα | |
20 | τοῖς γλυκυτάτοις τέκνοις |
ἐλεϊνὴ Ἀκυλλία μνημονεύω· | |
τὸν προσκυνητὸν πατέρα [ἅμ]- | |
[α γ]λυκυτάτοις ἀδελφ[οῖς —] | |
[․․․] καὶ Ἀκυλῖνος ?μ[νημονεύ]- | |
25 | [ομεν· τ]<ὸ>ν(?) ἐν πᾶσιν εὔ[στορ]- |
[γο]ν καὶ γ̣νή<σ>ιον φίλον Ἰου̣[λι]- | |
ανὸς μνημονεύω. |