[ ] Pont. — Trapezous (Trabzon) — 546/7 AD? — CIG 8636 — BCH 116.1992.388,1
1 ἐν ὀνόματι τοῦ δεσπότου ἡμῶν Ἰησοῦ
Χριστοῦ τοῦ θεοῦ ἡμῶν· Αὐτοκράτωρ
Καῖσαρ Φλ(άβιος) Ἰουστινιανὸς Ἀλαμανικὸς
Γοθικὸς Φρανγικὸς Γερμανικὸς Ἀν-
5 τικὸς Ἀλανικὸς Οὐανδαλικὸς Ἀφρικὸς
εὐσεβὴς εὐτυχὴς ἔνδοξος νικητὴς
τροπεοῦχος ἀεισέβαστος Αὔγουστος
ἀνενέωσεν φιλοτιμίᾳ τὰ δημόσια
κτίσματα τῆς πόλεως σπουδῇ καὶ
10 ἐπιμελίᾳ Οὐρανίου τοῦ θεοφιλεστ(άτου)
ἐπισκόπου· ἰνδ(ικτιῶνος) <ιʹ> ἔτους υπγʹ.
Search Help
Contact Us