[ ]
Paphl. — Amastris (Amasra) — 147 AD — EA 18.1991.97-98
1 | ἀγαθῆι τύχηι. |
Αὐτοκράτορα τὸ βʹ Καίσαρα | |
Τ. Αἴλιον Ἁδριανὸν Ἀντων[ῖ]- | |
[ν]ον Εὐσεβῆ Σεβαστὸν ἡ βου- | |
5 | λὴ καὶ ὁ δῆμος ἐκ τῶν κατα- |
λειφθέντων χρημάτων ὑ- | |
πὸ Γαίου Ἡλιοφῶντος κατὰ | |
διαθήκην, ὥστε παρὰ ἔτος ἐκ | |
τῆς προσόδου αὐτῶν ἀνίστα- | |
10 | [σ]θαι ἀνδριάντα τοῦ Αὐτοκ[ρά]- |
τορος καὶ ἀποκατασταθ̣έ̣ν- | |
των τῇ πόλει ὑπὸ τῆς γυναι- | |
κὸς αὐτοῦ καὶ κληρονόμο[υ] | |
Μαρκιανῆς Μαρκέλλου ἀνέ̣- | |
15 | σ(τησεν) ἐν τῷ ζισʹ ἔτει ἐπὶ τῶν περὶ |
Καιλικιανὸν Θέωνα ἀρχό̣ντων. |